Text
φῶρες ὅτ᾽ εἰνάλιοι Τυρσηνίδος ἀγχόθι δίνης
φορμικτὰν ἀκάτου θῆκαν ὕπερ βύθιον,
αὐτίκα μιν κιθάρῃ λιγυαχέι δέξατο δελφὶν
σύνθροον, ἐκ δὲ βυθοῦ νήχετ᾽ ἐρυσσάμενος,^μέχρις ἐπ᾽ ἰσθμὸν ἔκελσε Κορίνθιον. ἆρα θάλασσα
— Paton edition
ἰχθῦς ἀνθρώπων εἶχε δικαιοτέρους;
Comments