Text
α. πορφυρέαν τοι τάνδε, Λεωνίδα, ὤπασε χλαῖναν
Ξέρξης, ταρβήσας ἔργα τεᾶς ἀρετᾶς.β. οὐ δέχομαι: προδόταις αὕτα χάρις. ἀσπὶς ἔχοι με
καὶ νέκυν ὁ πλοῦτος δ᾽ οὐκ ἐμὸν ἐντάφιον.— Paton edition
α. ἀλλ᾽ ἔθανες: τί τοσόνδε καὶ ἐν νεκύεσσιν ἀπεχθὴς
Πέρσαις; β. οὐ θνᾴσκει ζᾶλος ἐλευθερίας.
Comments