Text
πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτον
Ξέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ:κἠκ νεκύων δ᾽ ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως:
οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενον
ἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας: αἶρε τὰ Περσῶνχἤξω κεἰς ἀΐδην ὡς Λακεδαιμόνιος
— Paton edition
Comments