Text
οὐλόμεναι νήεσσι Καφηρίδες, αἵ ποτε νόστον
ὠλέσαθ᾽ Ἑλλήνων καὶ στόλον Ἰλιόθεν,
πυρσὸς ὅτε ψεύστας χθονίης δνοφερώτερα νυκτὸς
ἧψε σέλα, τυφλὴ δ᾽ ἔδραμε πᾶσα τρόπιςχοιράδας ἐς πέτρας, Δαναοῖς πάλιν Ἴλιος ἄλλη
— Paton edition
ἔπλετε, καὶ δεκέτους ἐχθρότεραι πολέμου.
καὶ τὴν μὲν τότ᾽ ἔπερσαν ἀνίκητος δὲ Καφηρεύς.
Ναύπλιε σοὶ χάρμην Ἑλλὰς ἔκλαυσε δάκρυ.
Comments