Text
ὄρνι, τί μοι φίλον ὕπνον ἀφήρπασας; ἡδὺ δὲ Πύρρης
εἴδωλον κοίτης ᾤχετ᾽ ἀποπτάμενον.
ἢ τάδε θρέπτρα τίνεις, ὅτι θῆκά σε, δύσμορε, πάσης
ᾠοτόκου κραίνειν ἐν μεγάροις ἀγέλης;ναὶ βωμὸν καὶ σκῆπτρα Σαράπιδος, οὐκέτι νυκτὸς
— Paton edition
φθέγξεαι, ἀλλ᾽ ἕξεις βωμὸν ὃν ὠμόσαμεν.
Comments