Text
λάρνακα πατρῴων ἔτι λείψανα κοιμίζουσαν
νεκρῶν χειμάρρῳ παῖς ἴδε συρομένην
καί μιν ἄχος τόλμης ἐπλήσατο, χεῦμα δ᾽ ἀναιδὲς
εἰσέθορεν, πικρὴν δ᾽ ἦλθ᾽ ἐπὶ συμμαχίην.ὀστέα μὲν γὰρ ἔσωσεν ἀφ᾽ ὕδατος, ἀντὶ δὲ τούτων
— Paton edition
αὐτὸς ὑπὸ βλοσυροῦ χεύματος ἐφθάνετο.
Comments