Text
Λαβροπόδη χείμαρρε, τί δὴ τόσον ὧδε κορύσσῃ,
πεζὸν ἀποκλείων ἴχνος ὁδοιπορίης;
ἦ μεθύεις ὄμβροισι, καὶ οὐ Νύμφαισι διαυγὲς
νᾶμα φέρεις, θολεραῖς δ᾽ ἠράνισαι νεφέλαις.ὄψομαι ἠελίῳ σε κεκαυμένον, ὅστις ἐλέγχειν
— Paton edition
καὶ γόνιμον ποταμῶν καὶ νόθον οἶδεν ὕδωρ.
Comments