Text
καύματος ἐν θάμνοισι λαλίστατος ἡνίκα τέττιξ
— Paton edition
φθέγξατο διγλώσσῳ μελπόμενος στόματι,
δουνακόεντα Κρίτων συνθεὶς δόλον, εἷλεν ἀοιδὸν
ἠέρος, οὐκ ἰδίην ἰξοβολῶν μελέτην.
ἄξια δ᾽ οὐχ ὁσίης θήρης πάθεν οὐ γὰρ ἔτ᾽ ἄλλων
πήξατ᾽ ἐπ᾽ ὀρνίθων εὔστοχον ὡς πρὶν ἄγρην.
Comments