Text
Κλασθείσης ποτὲ νηὸς ἐν ὕδατι δῆριν ἔθεντο
δισσοὶ ὑπὲρ μούνης μαρνάμενοι σανίδος.
τύψε μὲν Ἀνταγόρης Πεισίστρατον οὐ νεμεσητόν,
ἦν γὰρ ὑπὲρ ψυχῆς: ἀλλ᾽ ἐμέλησε Δίκῃ.— Paton edition
νῆχε δ᾽ ὁ μὲν, τὸν δ᾽ εἷλε κύων ἁλός. ἦ παναλάστωρ
κηρῶν οὐδ᾽ ὑγρῷ παύεται ἐν πελάγει.
Comments