Text
Ἰκαρίην πλώων [ πρῴην] ἅλα, νηὸς ὀλισθὼν
Δᾶμις ὁ Νικαρέτου κάππεσεν εἰς πέλαγος.
πολλὰ πατὴρ δ᾽ ἠρᾶτο πρὸς ἀθανάτους, καὶ ἐς ὕδωρ
φθέγγεθ᾽, ὑπὲρ τέκνου κύματα λισσόμενος.ὤλετο δ᾽ οἰκτίστως βρυχθεὶς ἁλί: κεῖνο δὲ πατρὸς
— Paton edition
ἔκλυεν ἀράων οὐδὲ πάλαι πέλαγος.
Comments