Text
Ἰοτυπὴς Διὸς ὄρνις ἐτίσατο Κρῆτα φαρέτρης,
οὐρανόθεν τόξῳ τόξον ἀμυνόμενος:
κεῖνον δ᾽ εὐθὺς ἄκοντι παλινδρομέοντι κατέκτα
ἠέριος, πίπτων δ᾽ ἔκτανεν ὡς ἔθανεν.μηκέτ᾽ ἐφ᾽ ὑμετέροις ἀψευδέσι Κρῆτες ὀιστοῖς
— Paton edition
αὐχεῖθ᾽: ὑμνείσθω καὶ Διὸς εὐστοχίη.
Comments