Text
ἠρίθμουν ποτὲ πάντες Ἀριστοδίκην κλυτόπαιδα
ἑξάκις ὠδίνων ἄχθος ἀπωσαμένην
ἤρισε δ᾽ εἰς αὐτὴν ὕδωρ χθονί: τρεῖς γὰρ ὄλοντο
νούσῳ, λειπόμενοι δ᾽ ἤμυσαν ἐν πελάγει.αἰεὶ δ᾽ ἡ βαρύδακρυς, ἐπὶ στήλαις μὲν ἀηδών,
— Paton edition
μεμφομένη δὲ βυθοῖς ἀλκυονὶς βλέπεται.
Comments