Epigram 9.254

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 398

Text

ἡ πυρὶ πάντα τεκοῦσα Φιλαίνιον, ἡ βαρυπενθὴς
μήτηρ, ἡ τέκνων τρισσὸν ἰδοῦσα τάφον,
ἀλλοτρίαις ὠδῖσιν ἐφώρμισα: ἦ γὰρ ἐώλπειν
πάντως μοι ζήσειν τοῦτον ὃν οὐκ ἔτεκον.

ἡ δ᾽ εὔπαις θετὸν υἱὸν ἀνήγαγον ἀλλά με δαίμων
ἤθελε μηδ᾽ ἄλλης μητρὸς ἔχειν χάριτα.
κληθεὶς ἡμέτερος γὰρ ἀπέφθιτο: νῦν δὲ τεκούσαις
ἤδη καὶ λοιπαῖς πένθος ἐγὼ γέγονα.

— Paton edition

Cities

Keywords

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.254: First revision

See all modifications →