Text
ἐν Θήβαις Κάδμου κλεινὸς γάμος, ἀλλὰ μυσαχθὴς
Οἰδίποδος: τελετὰς Εὔιος ἠσπάσατο,
ἃς γελάσας Πενθεὺς ὠδύρατο τείχεα χορδαῖς
ἔστη, καὶ λωτοῖς ἔστενε λυόμενα:Ἀντιόπης ὁσίη, χαλεπὴ δ᾽ ὠδὶς Ἰοκάστης:
— Paton edition
ἦν Ἰνὼ φιλόπαις, ἀλλ᾽ ἀσεβὴς Ἀθάμας.
† οἰκτρὸν ἀεὶ πτολίεθρον ἴδ᾽ ὡς ἐσθλῶν περὶ Θήβας
μύθων καὶ στυγνῶν ἤρκεσεν ἱστορίη.
Comments