Text
εἰ τοῖος Διόνυσος ἐς ἱερὸν ἦλθεν Ὄλυμπον,
κωμάζων Λήναις σύν ποτε καὶ Σατύροις,
οἷον ὁ τεχνήεις Πυλάδης ὠρχήσατο κεῖνον,
ὀρθὰ κατὰ τραγικῶν τέθμια μουσοπόλων,παυσαμένη ζήλου Διὸς ἂν φάτο σύγγαμος Ἥρη:
ἐψεύσω, Σεμέλη, Βάκχον ἐγὼ δ᾽ ἔτεκον.
— Paton edition
Comments