Text
Εὐθηλῆ πλάτανόν με Νότου βαρυλαίλαπες αὖραι
ῥίζης ἐξ αὐτῆς ἐστόρεσαν δαπέδοις:
λουσαμένη Βρομίῳ δ᾽ ἔστην πάλιν, ὄμβρον ἔχουσα
χείματι καὶ θάλπει τοῦ Διὸς ἡδύτερον.ὀλλυμένη δ᾽ ἔζησα: μόνη δὲ πιοῦσα Λυαῖον,
— Paton edition
ἄλλων κλινομένων, ὀρθοτέρη βλέπομαι.
Comments