Text
Ἐθραύσθης, ἡδεῖα παρ᾽ οἰνοπόταισι λάγυνε,
νηδύος ἐκ πάσης χευαμένη Βρόμιον.
τηλόθε γὰρ λίθος εἰς σὲ βαρύστονος, οἷα κεραυνός,
οὐ Διὸς ἐκ χειρῶν, ἀλλὰ Δίωνος ἔβη.ἦν δὲ γέλως ἐπὶ σοὶ καὶ σκώμματα πυκνά, τυπείσης,
— Paton edition
καὶ πολὺς ἐξ ἑτάρων γινόμενος θόρυβος.
οὐ θρηνῶ σε, λάγυνε, τὸν εὐαστῆρα τεκοῦσαν
Βάκχον, ἐπεὶ Σεμέλη καὶ σὺ πεπόνθατ᾽ ἴσα.
Comments