Text
ἄχρι τεῦ, ἆ δείλαιε, κεναῖσιν ἐπ᾽ ἐλπίσι, θυμέ,
πωτηθεὶς ψυχρῶν ἀσσοτάτω νεφέων,
ἄλλοις ἄλλ᾽ ἔπ᾽ ὄνειρα διαγράψεις ἀφένοιο;
κτητὸν γὰρ θνητοῖς οὐδὲ ἓν αὐτόματον.Μουσέων ἀλλ᾽ ἐπὶ δῶρα μετέρχεο: ταῦτα δ᾽ ἀμυδρὰ
— Paton edition
εἴδωλα ψυχῆς ἠλεμάτοισι μέθες.
Comments