Text
αὔην με πλατάνιστον ἐφερπύζουσα καλύπτει
ἄμπελος: ὀθνείῃ δ᾽ ἀμφιτέθηλα κόμῃ,
ἡ πρὶν ἐμοῖς θαλέθουσιν ἐνιθρέψας1᾿ ὀροδάμνοις
βότρυας, ἡ ταύτης οὐκ ἀπετηλοτέρη:— Paton edition
τοίην μέντοι ἔπειτα τιθηνείσθω τις ἑταίρην,
ἥτις ἀμείψασθαι καὶ νέκυν οἶδε μόνη.
Comments