Text
ἀγγελίης ἤκουσεν ἀνωΐστου Μελίτεια,
υἱέα σὺν φόρτῳ κύματι κρυπτόμενον:ἠιόσιν δ᾽ ἐπικέλσαν ἁλίκλυστον δέμας ἄλλου
δύσμορος οἰκείης σύμβολον εἶδε τύχης,υἱέα δ᾽ ὣς ἔστειλε. Δίων δ᾽ ἐπὶ νηὸς ἀθραύστου
— Paton edition
ἤλυθεν εὐκταίης σῶος ἀπ᾽ ἐμπορίης.
μητέρες ὡς ἀνίσου μοίρης λάχον ἡ μὲν ἄελπτον
ζωὸν ἔχει, κείνη δ᾽ ὄψεται οὐδὲ νέκυν.
Cities
Keywords
Periods (eng)
Collections (eng)
Alignment
Internal references
External references
Media
Last modifications
Epigram 9.228: Association of Grèce romaine (60) by “maximeguénette”
Epigram 9.228: Association of Couronne de Philippe (76) by “maximeguénette”
Epigram 9.228: First revision
See all modifications →
Comments