Epigram 9.223

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 392

Text

ἀγγελίην πὰρ Ζηνὸς ἐπεὶ φέρεν ἠεροδίνης
αἰετός, οἰωνῶν μοῦνος ἐνουράνιος,
οὐκ ἔφθη τὸν Κρῆτα: θοὴν δ᾽ ἐπετείνατο νευρήν,
πτηνὸν δ᾽ ὁ πτερόεις ἰὸς ἐλεηίσατο.

Ζηνὸς δ᾽ οὔτι Δίκην ἔλαθεν μόνος: ἔμπεσε δ᾽ ὄρνις
ἀνδρί, τὰ δ᾽ εὐστοχίης ἀνταπέτισε βέλη.
αὐχένι δ᾽ ἰὸν ἔπηξεν, ὃν ἥπατι κοίμισεν αὐτός:
ἓν δὲ βέλος δισσῶν αἷμ᾽ ἔπιεν θανάτων.

— Paton edition

Cities

Keywords

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.223: First revision

See all modifications →