Text
Αὐγάζω τὸν ἄφυκτον ἐπὶ σφραγῖδος Ἔρωτα
χερσὶ λεοντείαν ἁνιοχεῦντα βίαν,
ὡς τᾷ μὲν μάστιγα κατ᾽ αὐχένος, ᾇ δὲ χαλινοὺς
εὐθύνει: πολλὰ δ᾽ ἀμφιτέθηλε χάρις.φρίσσω τὸν βροτολοιγὸν ὁ γὰρ καὶ θῆρα δαμάζων
— Paton edition
ἄγριον, οὐδ᾽ ὀλίγον φείσεται ἁμερίων.
Comments