Epigram 9.210

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 390

Text

Δέρκεό μοι κρατερῶν καμάτων ἐγκύμονα βίβλον
ἣν πάρος Ἀδριανὸς μὲν ἄναξ ἔχεν ἐν πολέμοισι,
κρύψε δ᾽ ἀεργίη χρόνον ἄσπετον ἐγγύθι λήθης.
ἀλλ᾽ ὑπὸ καρτερόχειρος Ἀναστασίου βασιλῆος


ἤλυθον ἐς φάος αὖθις, ἵνα στρατιῇσιν ἀρήξω.
οἶδα γὰρ ἀνδροφόνου καμάτους πολέμοιο διδάσκειν
οἶδα δὲ πῶς μετ᾽ ἐμεῖο καὶ ἑσπερίης ἁλὸς ἄνδρας
καὶ Πέρσας ὀλέσεις καὶ αἰνομόρους Σαρακηνούς,
καὶ θοὸν ἱπποκέλευθον ἀρειμανέων γένος Οὔννων,

πετράων τ᾽ ἐφύπερθεν ἀλυσκάζοντας Ἰσαύρους.
πάντα δ᾽ ὑπὸ σκήπτροισιν Ἀναστασίοιο τελέσσω,
ὃν καὶ Τραϊανοῖο φαάντερον ἤγαγεν αἰών.

— Paton edition

Authors

Cities

Keywords

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.210: First revision

See all modifications →