Text
ἔρωτα πικρόν, ἀλλὰ σώφρονα βίον
ὁ Κλειτοφῶντος ὥσπερ ἐμφαίνει λόγος:
ὁ Λευκίππης δὲ σωφρονέστατος βίος
ἅπαντας ἐξίστησι: πῶς τετυμμένη,κεκαρμένη τε καὶ κατηχρειωμένη,
τὸ δὴ μέγιστον, τρὶς θανοῦς1᾽ ἐκαρτέρει.
εἴπερ δὲ καὶ σὺ σωφρονεῖν θέλεις, φίλος,
μὴ τὴν πάρεργον τῆς γραφῆς σκόπει θέαν,
τὴν τοῦ λόγου δὲ πρῶτα συνδρομὴν μάθε:νυμφοστολεῖ γὰρ τοὺς ποθοῦντας ἐμφρόνως.
— Paton edition
Comments