Text
Πίνδαρε, Μουσάων ἱερὸν στόμα, καὶ λάλε Σειρήν,
Βακχυλίδη, Σαπφοῦς τ᾽ Αἰολίδες χάριτες,
γράμμα τ᾽ Ἀνακρείοντος, Ὁμηρικὸν ὃς τ᾽ ἀπὸ ῥεῦμα
ἔσπασας οἰκείοις, Στησίχορ᾽, ἐν καμάτοις,ἥ τε Σιμωνίδεω γλυκερὴ σελίς, ἡδύ τε Πειθοῦς,
Ἴβυκε, καὶ παίδων ἄνθος ἀμησάμενε,
καὶ ξίφος Ἀλκαίοιο, τὸ πολλάκις αἷμα τυράννων
ἔσπεισεν, πάτρης θέσμια ῥυόμενον,
θηλυμελεῖς τ᾽ Ἀλκμᾶνος ἀηδόνες, ἵλατε, πάσηςἀρχὴν οἳ λυρικῆς καὶ πέρας ἐστάσατε.
— Paton edition
Comments