Text
ὡς πάρος Ἀελίου, νῦν Καίσαρος ἁ Ῥόδος εἰμὶ
νᾶσος, ἴσον δ᾽ αὐχῶ φέγγος ἀπ᾽ ἀμφοτέρων.
ἤδη σβεννυμέναν με νέα κατεφώτισεν ἀκτίς,
Ἅλιε, καὶ παρὰ σὸν φέγγος ἔλαμψε Νέρων.πῶς εἴπω τίνι μᾶλλον ὀφείλομαι; ὃς μὲν ἔδειξεν
— Paton edition
ἐξ ἁλός, ὃς δ᾽ ἤδη ῥύσατο δυομέναν.
Comments