Text
Καλλίμαχον πωλῶ καὶ Πίνδαρον, ἠδὲ καὶ αὐτὰς
πτώσεις γραμματικῆς, πτῶσιν ἔχων πενίης.Δωρόθεος γὰρ ἐμὴν τροφίμην σύνταξιν ἔλυσε,
πρεσβείην κατ᾽ ἐμοῦ τὴν ἀσεβῆ τελέσας.ἀλλὰ σύ μου πρόστηθι, Θέων φίλε, μηδὲ μ᾽ ἐάσῃς
— Paton edition
συνδέσμῳ πενίης τὸν βίον ἐξανύσαι.
Comments