Text
ἐνθάδε παιδεύουσιν ὅσοις κεχόλωτο Σάραπις,
τοῖσιν ἀπ᾽ οὐλομένης μήνιδος ἀρχομένοις:
ἔνθα τροφὸς κατὰ μῆνα φέρει μισθὸν μετ᾽ ἀνάγκης,
βύβλῳ καὶ χάρτῃ δησαμένη πενίηνὡς δὲ κάπνισμα τιθεῖ παρὰ τὸν θρόνον, ὡς παρὰ τύμβον,
τὸν μικρὸν χάρτην, τὸν παραριπτόμενον.
κλέπτει δ᾽ ἐξ ὀλίγου μισθοῦ, καὶ χαλκὸν ἀμείβει,
καὶ μόλιβον μίσγει, καὶ τὸ ἔθος δέχεται.
εἰ δέ τις εἰς ἐνιαυτὸν ἄγοι χρυσοῖο νόμισμα,ἑνδεκάτῳ μηνί, πρὶν προφέρειν, μετέβη,
— Paton edition
ἀγνώμων τε φανείς, καὶ τὸν πρότερον διασύρας
γραμματικὸν στερέσας μισθὸν ὅλου ἔτεος.
Comments