Text
αἱ τρισσαί ποτε παῖδες ἐν ἀλλήλαισιν ἔπαιζον
κλήρῳ, τίς προτέρη βήσεται εἰς ἀίδην
καὶ τρὶς μὲν χειρῶν ἔβαλον κύβον, ἦλθε δὲ πασῶν
ἐς μίαν: ἡ δ᾽ ἐγέλα κλῆρον ὀφειλόμενον.ἐκ τέγεος γὰρ ἄελπτον ἔπειτ᾽ ὤλισθε πέσημα
— Paton edition
δύσμορος, ἐς δ᾽ ἀίδην ἤλυθεν, ὡς ἔλαχεν.
ἀψευδὴς ὁ κλῆρος, ὅτῳ κακὸν ἐς δὲ τὸ λῷον
οὔτ᾽ εὐχαὶ θνητοῖς εὔστοχοι, οὔτε χέρες.
Comments