Epigram 9.158

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 381

Text

αἱ τρισσαί ποτε παῖδες ἐν ἀλλήλαισιν ἔπαιζον
κλήρῳ, τίς προτέρη βήσεται εἰς ἀίδην
καὶ τρὶς μὲν χειρῶν ἔβαλον κύβον, ἦλθε δὲ πασῶν
ἐς μίαν: ἡ δ᾽ ἐγέλα κλῆρον ὀφειλόμενον.

ἐκ τέγεος γὰρ ἄελπτον ἔπειτ᾽ ὤλισθε πέσημα
δύσμορος, ἐς δ᾽ ἀίδην ἤλυθεν, ὡς ἔλαχεν.
ἀψευδὴς ὁ κλῆρος, ὅτῳ κακὸν ἐς δὲ τὸ λῷον
οὔτ᾽ εὐχαὶ θνητοῖς εὔστοχοι, οὔτε χέρες.

— Paton edition

Authors

Cities

Keywords

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.158: First revision

See all modifications →