Text
κοινῇ πὰρ κλισίῃ ληθαργικὸς ἠδὲ φρενοπλὴξ
κείμενοι, ἀλλήλων νοῦσον ἀπεσκέδασαν.
ἐξέθορε κλίνης γὰρ ὁ τολμήεις ὑπὸ λύσσης,
καὶ τὸν ἀναίσθητον παντὸς ἔτυπτε μέλους.πληγαὶ δ᾽ ἀμφοτέροις ἐγένοντ᾽ ἄκος, αἷς ὁ μὲν αὐτῶν
— Paton edition
ἔγρετο, τὸν δ᾽ ὕπνῳ πουλὺς ἔριψε κόπος.
Comments