Text
ἐλπὶς, καὶ σὺ Τύχη, μέγα χαίρετε: τὴν ὁδὸν εὗρον
οὐκέτι γὰρ σφετέροις ἐπιτέρπομαι. ἔρρετε ἄμφω,
οὕνεκεν ἐν μερόπεσσι πολυπλανέες μάλα, ἐστέ.
ὅσσα γὰρ ἀτρεκέως οὐκ ἔσσεται, ὔμμες ἐν ἡμῖνφάσματα, ὡς ὕπνῳ, ἐμβάλλετε, οἷά τ᾽ ἐόντα.
ἔρρε κακὴ γλήνη, πολυώδυνε: ἔρρετε ἄμφω.παίζοιτ᾽, εἴγε θέλοιτε, ὅσους ἐμεῦ ὕστερον ὄντας
εὕροιτ᾽ οὐ νοέοντας ὅπερ θέμις ἐστὶ νοῆσαι.
ἀτρεκέως μάλα πᾶσι πλάνη Τύχη ἐστὶ βροτοῖσινἔστι γὰρ ἀδρανέη, τὸ δ᾽ ἐπιπλέον οὐδὲ πέλουσα.
— Paton edition
γράψε τίς; οἶδε θεός: τίνος εἵνεκεν; οἶδε καὶ αὐτός.
Comments