Text
θαρσαλέοι Κελτοὶ ποταμῷ ζηλήμονι Ῥήνῳ
τέκνα ταλαντεύουσι, καὶ οὐ πάρος εἰσὶ τοκῆες,
πρὶν πάιν ἀθρήσωσι λελουμένον ὕδατι σεμνῷ.
αἶψα γὰρ ἡνίκα μητρὸς ὀλισθήσας διὰ κόλπωννηπίαχος πρῶτον προχέει δάκρυ, τὸν μὲν ἀείρας
αὐτὸς ἐπ᾽ ἀσπίδι θῆκεν ἑὸν πάιν, οὐδ᾽ ἀλεγίζει,
οὔπω γὰρ γενέταο φέρει νοῦν, πρὶν γ᾽ ἐπαθρήσῃκεκριμένον λουτροῖσιν ἐλεγξιγάμου ποταμοῖο:
ἡ δὲ μετ᾽ εἰλείθυιαν ἐπ᾽ ἄλγεσιν ἄλγος ἔχουσαμήτηρ, εἰ καὶ παιδὸς ἀληθέα οἶδε τοκῆα,
— Paton edition
ἐκδέχεται τρομέουσα, τί μήσεται ἄστατον ὕδωρ.
Comments