Text
πένθιμον ἡνίκα πατρὶ Πολυξείνης ὑμέναιον
ἤνυσεν ὀγκωτοῦ Πύρρος ὕπερθε τάφου,
ὧδε πολυκλαύτοιο κόμας λακίσασα καρήνου
Κισσηὶς τεκέων κλαῦσε φόνους Ἑκάβη:
πρόσθε μὲν ἀξονίοις φθιτὸν εἴρυσας Ἕκτορα δεσμοῖς:νῦν δὲ Πολυξείνης αἷμα δέχῃ φθίμενος:
Αἰακίδη, τί τοσοῦτον ἐμῇ ὠδύσσαο νηδυῖ;
παισὶν ἔφυς γὰρ ἐμοῖς ἤπιος οὐδὲ νέκυς.
— Paton edition
Comments