Text
μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου
βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ:
μηδ᾽ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρηνὄρθιον ἀθρήσειεν ἐποκλάζουσα δὲ γαίῃ,
καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων,
Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.
ἑσπερίη θεράπαινα, σὺ δ᾽ ἐς κρηπῖδα Γαδείρων,
καὶ παρὰ πορθμὸνἼβηρα καὶ Ὠκεανίτιδα Θούλην,ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων
κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ,
θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην
Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,
ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷσκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,
σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην
Φασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,
καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος,
μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,
ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου
οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,
εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.
κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνηςοὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα
παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην
ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος
Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.
οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ᾽ ἐνὶ πόντῳὙρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα
Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.
ἀλλ᾽ ἴθι νῦν, ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,
Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε: Μασσαγέτην δὲ
ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων,Ἰνδῴης ἐπίβηθι κατ᾽ ὀργάδος, ἐν δὲ κελεύθοις
εἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην:
ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων
κύρβιας Ἀλκείδαο μετέρχεο: θαρσαλέως δὲ
ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,
δίζυγος ἠπείροιο συναντήσασα κεραίη
ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων
ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαιςἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος,
καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ, ῥηγμῖνι ἁλίπλῳ
ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.
οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,
ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος,ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον
κοιρανίῃ: Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων
ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.
τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,
ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦἐλπίδες ἐθραύσθησαν ὑφ᾽ ἡμετέρῳ Βασιλῆι,
δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα
παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.
σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον εἰς σὲ δὲ μύθων
ἐργασίην ἤσκησα, μιῇ δ᾽ ὑπὸ σύζυγι βίβλῳἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης,
καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,
στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,
ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ,
ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ.
οἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης
εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.
πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,
ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆςὡς προτέροις μακάρεσσιν ἀνειμένα: καὶ γὰρ ἐῴκει
γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.
ἀλλὰ πάλιν μετ᾽ ἐκεῖνα % παλαίτερον εὖχος ἀγείρει
ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ,εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης
τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.
καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου
ὅσσα θέμις, τύμβοισι τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ
ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.
ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοιςγράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις,
δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.
ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,
ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς
γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρηεἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην
— Paton edition
καὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ
εὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας,
καὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις.
Cities
Keywords
Scholia
Alignment
Internal references
External references
Media
Last modifications
Epigram 4.4: Addition of Manuscript 7459 by “marviro”
Epigram 4.4: Addition of Manuscript 7458 by “marviro”
Epigram 4.4: Addition of Manuscript 7457 by “marviro”
Epigram 4.4: First revision
See all modifications →
Comments