Text
οὐκέτι Προιτιάδου φόνον ἔσχεθε Βελλεροφόντης,
οὐδ᾽ ἐκ τοῦ πατρὸς † τειρομένου θάνατον.
γλαῦκ᾽ ἄκραντα † γένους δόλον Ἰοβάτου δ᾽ ὑπαλύξει,
οὕτως γὰρ Μοιρῶν ἐπέκλωσε λίνα.
καὶ σὺ πατρὸς φόνον αὐτὸς ἀπήλασας ἐγγύθεν ἐλθών,καὶ μύθων ἐσθλῶν μάρτυς ἐπεφράσαο.
— Paton edition
Comments