Epigram 2.1

URN
Created on
By
Updated on

Descriptions

Texts

ἔκφρασις τῶν ἀγαλμάτων τῶν εἰς τὸ δημόσιον γυμνάσιον τοῦ ἐπικαλουμένου Ζευξίππου.

Δηΐφοβος μὲν πρῶτος ἐυγλύπτῳ ἐπὶ βωμῷ
ἵστατο, τολμήεις, κεκορυθμένος, ὄβριμος ἥρως,
τοῖος ἐών, οἷός περ ἐπορνυμένῳ Μενελάῳ
περθομένων ἤντησεν ἑῶν προπάροιθε μελάθρων.
ἵστατο δὲ προβιβῶντι πανείκελος: εὖ δ᾽ ἐπὶ κόσμῳ
δόχμιος ἦν, μανίῃ δὲ κεκυφότα νῶτα συνέλκων
δριμὺ μένος ξυνάγειρεν: ἕλισσε δὲ φέγγος ὀπωπῆς,
οἷά τε δυσμενέων μερόπων πεφυλαγμένος ὁρμήν.
λαιῇ μὲν σάκος εὐρὺ προΐσχετο, δεξιτερῇ δὲ
φάσγανον ὑψός1᾽ ἄειρεν ἔμελλε δὲ μαινομένη χείρ
ἀνέρος ἀντιβίοιο κατὰ χροὸς ἆορ ἐλάσσαι:
ἀλλ᾽ οὐ χαλκὸν ἔθηκε φύσις πειθήμονα λύσσῃ.
Κεκροπίδης δ᾽ ἤστραπτε, νοήμονος ἄνθεμα Πειθοῦς,
Αἰσχίνης: λασίης δὲ συνείρυε κύκλα παρειῆς,
οἷα πολυτροχάλοισιν ἀεθλεύων ἀγορῇσιν
στείνετο γὰρ πυκινῇσι μεληδόσιν. ἄγχι δ᾽ ἐκείνου
ἦεν Ἀριστοτέλης, σοφίης πρόμος: ἱστάμενος δὲ
χεῖρε περιπλέγδην συνεέργαθεν, οὐδ᾽ ἐνὶ χαλκῷ
ἀφθόγγῳ φρένας εἶχεν ἀεργέας, ἀλλ᾽ ἔτι βουλὴν [p. 60]
σκεπτομένῳ μὲν ἔικτο: συνιστάμεναι δὲ παρειαὶ
ἀνέρος ἀμφιέλισσαν ἐμαντεύοντο μενοινήν,
καὶ τροχαλαὶ σήμαινον ἀολλέα μῆτιν ὀπωπαί.
καὶ Παιανιέων δημηγόρος ἔπρεπε σάλπιγξ,
ῥήτρης εὐκελάδοιο πατὴρ σοφός, ὁ πρὶν Ἀθήναις
πειθοῦς θελξινόοιο νοήμονα πυρσὸν ἀνάψας.
ἀλλ᾽ οὐκ ἠρεμέων διεφαίνετο, πυκνὰ δὲ βουλὴν
ἐστρώφα, πυκινὴν γὰρ ἐείδετο μῆτιν ἑλίσσειν,
οἷα κατ᾽ εὐόπλων τεθοωμένος Ἠμαθιήων.
ἦ τάχα κεν κοτέων τροχαλὴν ἐφθέγγετο φωνήν,
ἄπνοον αὐδήεντα τιθεὶς τύπον ἀλλὰ ἑ τέχνη
χαλκείης ἐπέδησεν ὑπὸ σφραγῖδα σιωπῆς.
ἵστατο δ᾽ Εὐρίποιο φερώνυμος: ὡς δὲ δοκεύω,
λάθρῃ ὑπὸ κραδίην τραλικαῖς ὡμίλεε Μούσαις,
ἔργα σαοφροσύνης διανεύμενος: ἦν γὰρ ἰδέσθαι
οἷὰ τέ που θυμέλῃσιν ἐν Ἀτθίσι θύρσα τινάσσων.
δάφνῃ μὲν πλοκαμῖδα Παλαίφατος ἔπρεπε μάντις
στεψάμενος, δόκεεν δὲ χέειν μαντώδεα φωνήν.
Ἡσίοδος δ᾽ Ἀσκραῖος ὀρειάσιν εἴδετο Μούσαις
φθεγγόμενος, χαλκὸν δὲ βιάζετο θυιάδι λύσσῃ,
ἔνθεον ἱμείρων ἀνάγειν μέλος. ἐγγύθι δ᾽ αὐτοῦ
μαντιπόλος πάλιν ἄλλος ἔην Φοιβηίδι δάφνῃ [p. 62]
κοσμηθεὶς Πολύειδος: ἀπὸ στομάτων δὲ τινάξαι
ἤθελε μὲν κελάδημα θεοπρόπον ἀλλὰ ἑ τέχνη
δεσμῷ ἀφωνήτῳ κατερήτυεν. οὐδὲ σὺ μολπῆς
εὔνασας ἁβρὸν ἔρωτα, Σιμωνίδη, ἀλλ᾽ ἔτι χορδῆς
ἱμείρεις, ἱερὴν δὲ λύρην οὐ χερσὶν ἀράσσεις.
ὤφελεν ὁ πλάσσας σε, Σιμωνίδη, ὤφελε χαλκῷ
συγκεράσαι μέλος ἡδύ: σὲ δ᾽ ἂν καὶ χαλκὸς ἀναυδὴς
αἰδόμενος, ῥυθμοῖσι λύρης ἀντήχεε μολπήν.
ἦν μὲν Ἀναξιμένης νοερὸς σοφός: ἐν δὲ μενοινῇ
δαιμονίης ἐλέλιζε νοήματα ποικίλα βουλῆς.
Θεστορίδης δ᾽ ἄρα μάντις ἐύσκοπος ἵστατο Κάλχας,
οἷά τε θεσπίζων, ἐδόκει δέ τε θέσφατα κεύθειν,
ἢ στρατὸν οἰκτείρων Ἑλλήνιον, ἢ ἔτι θυμῷ
δειμαίνων βασιλῆα πολυχρύσοιο Μυκήνης.
Δέρκεό μοι σκύμνον πτολιπόρθιον Αἰακιδάων,
Πύρρον Ἀχιλλείδην, ὅσον ἤθελε χερσὶν ἑλίσσειν
τεύχεα χαλκήεντα, τὰ μὴ οἱ ὤπασε τέχνη:
γυμνὸν γάρ μιν ἔτευξεν ὁ δ᾽ ὑψόσε φαίνετο λεύσσων,
οἷά περ ἠνεμόεσσαν ἐς Ἴλιον ὄμμα τιταίνων.
ἧστο δ᾽ Ἀμυμώνη ῥοδοδάκτυλος: εἰσοπίσω μὲν
βόστρυχον ἀκρήδεμνον ἑῆς συνέεργεν ἐθείρης:
γυμνὸν δ᾽ εἶχε μέτωπον ἀναστέλλουσα δ᾽ ὀπωπὰς
εἰνάλιον σκοπίαζε μελαγχαίτην παρακοίτην.
ἐγγύθι δ᾽ εὐρύστερνος ἐφαίνετο Κυανοχαίτης
γυμνὸς ἐών, πλόκαμον δὲ καθειμένον εἶχεν ἐθείρης, [p. 64]
καὶ διερὸν δελφῖνα προΐσχετο, χειρὶ κομίζων
δῶρα πολυζήλοιο γάμων μνηστήρια κούρης.
Πιερικὴ δὲ μέλισσα λιγύθροος ἕζετο Σαπφὼ
Λεσβιάς, ἠρεμέουσα: μέλος δ᾽ εὔϋμνον ὑφαίνειν
σιγαλέαις δοκέεσκεν ἀναψαμένη φρένα Μούσαις.
Φοῖβος δ᾽ εἱστήκει τριποδηλάλος: ἦν δ᾽ ἄρα χαίτης
εἰσοπίσω σφίγξας ἄδετον πλόκον ἀλλ᾽ ἐνὶ χαλκῷ
γυμνὸς ἔην, ὅτι πᾶσιν ἀνειρομένοισιν Ἀπόλλων
γυμνῶσαι δεδάηκεν ἀληθέα δήνεα Μοίρης,
ἢ ὅτι πᾶσιν ὁμῶς ἀναφαίνεται: ἠέλιος γὰρ
Φοῖβος ἄναξ, καθαρὴν δὲ φέρει τηλέσκοπον αἴγλην.
ἄγχι δὲ Κύπρις ἔλαμπεν ἔλειβε δὲ νώροπι χαλκῷ
ἀγλαΐης ῥαθάμιγγας: ἀπὸ στέρνοιο δὲ γυμνὴ
φαίνετο μέν, φᾶρος δὲ συνήγαγεν ἄντυγι μηρῶν,
χρυσείῃ πλοκαμῖδας ὑποσφίγξασα καλύπτρῃ.
Κλεινιάδην δὲ τέθηπα, περιστίλβοντα νοήσας
ἀγλαΐῃ χαλκῷ γὰρ ἀνέπλεκε κάλλεος αὐγὴν,
τοῖος ἐὼν, οἷός περ ἐν Ἀτθίδι, μητέρι μύθων,
ἀνδράσι Κεκροπίδῃσι πολύφρονα μῆτιν ἐγείρων.
Χρύσης δ᾽ αὖθ᾽ ἱερεὺς πέλας ἵστατο, δεξιτερῇ μὲν
σκῆπτρον ἀνασχόμενος Φοιβήϊον, ἐν δὲ καρήνῳ
στέμμα φέρων μεγέθει δὲ κεκασμένος ἔπρεπε μορφῆς,
οἷά περ ἡρώων ἱερὸν γένος: ὡς δοκέω δέ, [p. 66]
Ἀτρείδην ἱκέτευε: βαθὺς δὲ οἱ ἤνθεε πώγων,
καὶ ταναῆς ἄπλεκτος ἐσύρετο βότρυς ἐθείρης.
Καῖσαρ δ᾽ ἐγγὺς ἔλαμπεν Ἰούλιος, ὅς ποτε Ῥώμην
ἀντιβίων ἔστεψεν ἀμετρήτοισι βοείαις.
αἰγίδα μὲν βλοσυρῶπιν ἐπωμαδὸν ἦεν ἀείρων,
δεξιτερῇ δὲ κεραυνὸν ἀγάλλετο χειρὶ κομίζων,
οἷα Ζεὺς νέος ἄλλος ἐν Αὐσονίοισιν ἀκούων.
εἱστήκει δὲ Πλάτων θεοείκελος, ὁ πρὶν Ἀθήναις
δείξας κρυπτὰ κέλευθα θεοκράντων ἀρετάων.
ἄλλην δ᾽ εὐπατέρειαν ἴδον χρυσῆν Ἀφροδίτην,
γυμνὴν παμφανόωσαν ἐπὶ στέρνων δὲ θεαίνης
αὐχένος ἐξ ὑπάτοιο χυθεὶς ἐλελίζετο κεστός.
ἵστατο δ᾽ Ἑρμαφρόδιτος ἐπήρατος, οὔθ᾽ ὅλος ἀνήρ,
οὐδὲ γυνή: μικτὸν γὰρ ἔην βρέτας ἦ τάχα κοῦρον
Κύπριδος εὐκόλποιο καὶ Ἑρμάωνος ἐνίψεις:
μαζοὺς μὲν σφριγόωντας ἐδείκνυεν, οἷά τε κούρη:
σχῆμα δὲ πᾶσιν ἔφαινε φυτοσπόρον ἄρσενος αἰδοῦς,
ξυνῆς ἀγλαΐης κεκερασμένα σήματα φαίνων.
παρθενικὴ δ᾽ Ἤριννα λιγύθροος ἕζετο κούρη,
οὐ μίτον ἀμφαφόωσα πολύπλοκον, ἀλλ᾽ ἐνὶ σιγῇ
Πιερικῆς ῥαθάμιγγας ἀποσταλάουσα μελίσσης. [p. 68]
μήτε λίπῃς Τέρπανδρον ἐΰθροον, οὗ τάχα φαίης
ἔμπνοον, οὐκ ἄφθογγον ἰδεῖν βρέτας: ὡς γὰρ ὀίω,
κινυμέναις πραπίδεσσιν ἀνέπλεκε μύστιδα μολπήν,
ὥς ποτε δινήεντος ἐπ᾽ Εὐρώταο ῥοάων
μυστιπόλῳ φόρμιγγι κατεπρήϋνεν ἀείδων
ἀγχεμάχων κακότητας Ἀμυκλαίων ναετήρων.
Ἠγασάμην δ᾽ ὁρόων σε, Περίκλεες, ὅττι καὶ αὐτῷ
χαλκῷ ἀναυδήτῳ δημηγόρον ἦθος ἀνάπτεις,
ὡς ἔτι Κεκροπίδῃσι θεμιστεύων πολιήταις,
ἢ μόθον ἐντύνων Πελοπήιον. ἱστάμενος δὲ
ἔπρεπε Πυθαγόρας, Σάμιος σοφός, ἀλλ᾽ ἐν Ὀλύμπῳ
ἐνδιάειν ἐδόκευε, φύσιν δ᾽ ἐβιάζετο χαλκοῦ,
πλημμύρων νοερῇσι μεληδόσιν: ὡς γὰρ ὀίω,
οὐρανὸν ἀχράντοισιν ἐμέτρεε μοῦνον ὀπωπαῖς.
Στησίχορον δ᾽ ἐνόησα λιγύθροον, ὅν ποτε γαῖα
Σικελικὴ μὲν ἔφερβε, λύρης δ᾽ ἐδίδαξεν Ἀπόλλων
ἁρμονίην, ἔτι μητρὸς ἐνὶ σπλάγχνοισιν ἐόντα:
τοῦ γὰρ τικτομένοιο καὶ ἐς φάος ἄρτι μολόντος
ἔκποθεν ἠερόφοιτος ἐπὶ στομάτεσσιν ἀηδὼν
λάθρῃ ἐφεζομένη λιγυρὴν ἀνεβάλλετο μολπήν.
χαῖρέ μοι Ἀβδήρων Δημόκριτε κῦδος ἀρούρης,
ὅττι σὺ καλλιτόκοιο φυῆς ἐφράσσαο θεσμούς,
λεπτὰ διακρίνων πολυΐδμονος ὄργια Μούσης:
αἰεὶ δὲ σφαλερὰς ἐγέλας βιότοιο κελεύθους,
εὖ εἰδὼς ὅτι πάντα γέρων παραμείβεται Αἰών. [p. 70]
Ἡρακλέης δ᾽ ἀνίουλον ἐδείκνυε κύκλον ὑπήνης,
μῆλα λεοντοφόνῳ παλάμᾐ χρύσεια κομίζων,
γαίης ὄλβια δῶρα Λιβυστίδος. ἐγγύθι δ᾽ αὐτοῦ
Παλλάδος ἀρήτειρα παρίστατο, παρθένος Αὔγη,
φᾶρος ἐπιστείλασα κατωμαδὸν οὐ γὰρ ἐθείρας
κρηδέμνῳ συνέεργεν: ἑὰς δ᾽ ἀνετείνετο χεῖρας,
οἷά τε κικλήσκουσα Διὸς γλαυκώπιδα κούρην,
Ἀρκαδικῆς Τεγέης ὑπὸ δειράδος. ἵλαθι, γαίης
Τρωϊάδος βλάστημα σακεσπάχον, ἵλαθι, λάμπων
Αἰνεία Τρώων βουληφόρε: σαῖς γὰρ ὀπωπαῖς
ἀγλαΐης πνείουσα σοφὴ. περιλείβεται αἰδώς,
θέσκελον ἀγγέλλουσα γένος χρυσῆς Ἀφροδίτης.
Ἠγασάμην δὲ Κρέουσαν ἰδὼν πενθήμονι κόσμῳ,
σύγγαμον Αἰνείαο κατάσκιον ἀμφὶ γὰρ αὐταῖς
ἀμφοτέραις κρήδεμνον ἐφελκύσσασα παρειαῖς,
πάντα πέριξ ἐκάλυψε ποδηνεκέι χρόα πέπλῳ,
οἷά τε μυρομένη: τὰ δὲ χάλκεα δάκρυα νύμφης
Ἄρεϊ δουρίκτητον ἐμαντεύοντο τιθήνην,
Ἴλιον Ἀργείοισιν ἐελμένον ἀσπιδιώταις,
%2οὔθ᾽ Ἕλενος κοτέων ἀπεπαύετο: πατρίδι νηλὴς
φαίνετο δινεύων ἔτι που χόλον ἦν μὲν ἀείρων
δεξιτερῇ φιάλην ἐπιλοίβιον: ὡς δοκέω δέ,
ἐσθλὰ μὲν Ἀργείοις μαντεύετο, καδδὲ τιθήνης
ἀθανάτοις ἠρᾶτο πανύστατα πήματα φαίνειν.
Ἀνδρομάχη δ᾽ ἕστηκε ῥοδόσφυρος Ἠετιώνη,
οὔτι γόον σταλάουσα πολύστονον ὡς γὰρ ὀίω,
οὔπω ἐνὶ πτολέμῳ κορυθαίολος ἤριπεν Ἕκτωρ,
οὐδὲ φερεσσακέων ὑπερήνορες υἷες Ἀχαιῶν
Δαρδανίην ξύμπασαν ἐληΐσσαντο τιθήνην, [p. 72]
ἦν δ᾽ ἐσιδεῖν Μενέλαον ἀρήιον, ἀλλ᾽ ἐπὶ νίκῃ
γηθόσυνον σχεδόθεν γὰρ ἐθάλπετο χάρματι πολλῷ
δερκόμενος ῥοδόπηχυν ὁμόφρονα Τυνδαρεώνην.
ἠγασάμην δ᾽ Ἑλένης ἐρατὸν τύπον, ὅττι καὶ αὐτῷ
χαλκῷ κόσμον ἔδωκε πανίμερον ἀγλαΐη γὰρ
ἔπνεε θερμὸν ἔρωτα. καὶ ἀψύχῳ ἐνὶ τέχνῃ.
πυκναῖς δὲ πραπίδεσσιν ἀγάλλετο δῖος Ὀδυσσεύς:
οὐ γὰρ ἔην ἀπάνευθε πολυστρέπτοιο μενοινῆς,
ἀλλ᾽ ἔτι κόσμον ἔφαινε σοφῆς φρενός: ἦν δ᾽ ἐνὶ θυμῷ
καγχαλόων Τροίην γὰρ ἐγήθεε πᾶσαν ὀλέσσας
ᾗσι δολοφροσύνῃσι. σὺ δ᾽ Ἕκτορος ἔννεπε μῆτερ,
τίς σε, πολυτλήμων Ἑκάβη, τίς δάκρυα λείβειν
ἀθανάτων ἐδίδαξεν ἀφωνήτῳ ἐνὶ κόσμῳ;
οὐδέ σε χαλκὸς ἔπαυσεν ὀιζύος, οὐδέ σε τέχνη
ἄπνοος οἰκτείρασα δυσαλθέος ἔσχεθε λύσσης:
ἀλλ᾽ ἔτι δακρυχέουσα παρίστασαι ὡς δὲ δοκεύω,
οὐκέτι δυστήνου μόρον Ἕκτορος, οὐδὲ ταλαίνης
Ἀνδρομάχης βαρὺ πένθος ὀδύρεαι, ἀλλὰ πεσοῦσαν
πατρίδα σήν: φᾶρος γὰρ ἐπικρεμὲς ἀμφὶ προσώπῳ
πήματα μὲν δείκνυσιν, ἀπαγγέλλουσι δὲ πέπλοι
πένθος ὑποβρύχιον κεχαλασμένοι ἄχρι πεδίλων
ἄλγεϊ γὰρ πυμάτῳ δέδεσαι φρένα, καδδὲ παρειῆς
δάκρυα μὲν σταλάεις, τὸ δὲ δάκρυον ἔσβεσε τέχνη,
ἄπλετον ἀγγέλλουσα δυσαλθέος αὐχμὸν ἀνίης.
Κασσάνδρην δ᾽ ἐνόησα θεοπρόπον, ἀλλ᾽ ἐνὶ σιγῇ
μεμφομένη γενετῆρα, σοφῆς ἀνεπίμπλατο λύσσης.,
οἷά τε θεσπίζουσα πανύστατα πήματα πάτρης. [p. 74]
Πύρρος δ᾽ ἄλλος ἔην πτολιπόρθιος: οὐκ ἐπὶ χαίτης
ἱππόκομον τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,
ἀλλ᾽ ἄρα γυμνὸς ἔλαμπε, καὶ ἄχνοον εἶχεν ὑπήνην
δεξιτερὴν δ᾽ ἀνέτεινεν ἑήν, ἐπιμάρτυρα νίκης,
λοξὰ Πολυξείνην βαρυδάκρυον ὄμματι λεύσσων.
εἰπέ, Πολυξείνη δυσπάρθενε, τίς τοι ἀνάγκη
χαλκῷ ἐν ἀφθόγγῳ ;κεκρυμμένα δάκρυα λείβειν;
πῶς δὲ τεῷ κρήδεμνον ἐπειρύσσασα προσώπῳ
ἵστασαι, αἰδομένῃ μὲν ἀλίγκιος, ἀλλ᾽ ἐνὶ θυμῷ
πένθος ἔχεις ; μὴ δή σε τεὸν πτολίεθρον ὀλέσσας
ληΐδα Πύρρος ἔχοι Φθιώτιος; οὐδέ σε μορφὴ
ῥύσατο τοξεύσασα Νεοπτολέμοιο μενοινήν,
ἥ ποτε θηρεύσασα τεοῦ γενετῆρα φονῆος
εἰς λίνον αὐτοκέλευστον ἀελπέος ἦγεν ὀλέθρου.
ναὶ μὰ τὸν ἐν χαλκῷ νοερὸν τύπον, εἴ νύ τε τοίην
ἔδρακε Πύρρος ἄναξ, τάχα κεν ξυνήονα λέκτρων
ἤγετο, πατρῴης προλιπὼν μνημήια μοίρης,
Ἠγασάμην δ᾽ Αἴαντα, τὸν ὀβριμόθυμος Ὀιλεὺς
Λοκρίδος ἐσπέρμηνε πελώριον ἕρκος ἀρούρης.
φαίνετο μὲν νεότητι κεκασμένος: οὐδὲ γὰρ ἦεν
ἄνθεϊ λαχνήεντι γενειάδος ἄκρα χαράξας:
γυμνὸν δ᾽ εἶχεν ἅπαν στιβαρὸν δέμας: ἠνορέῃ δὲ
βεβριθὼς ἐλέλιζε μαχήμονος οἶστρον Ἐνυοῦς.
Οἰνώνη δὲ χόλῳ φρένας ἔζεεν, ἔζεε πικρῷ
ζήλῳ θυμὸν ἔδουσα, Πάριν δ᾽ ἐδόκευε λαθοῦσα
ὄμματι μαινομένῳ κρυφίην δ᾽ ἤγγειλεν ἀπειλήν,
δεξιτερῇ βαρύποτμον ἀναινομένη παρακοίτην,
αἰδομένῳ μὲν ἔοικεν ὁ βουκόλος, εἶχε δ᾽ ὀπωπὴν [p. 76]
πλαζομένην ἑτέρωσε δυσίμερος: αἴδετο γάρ που
Οἰνώνην βαρύδακρυν ἰδεῖν, Κεβρηνίδα νύμφην.
Αὐαλέῳ δὲ Δάρης ἐζώννυτο χεῖρας ἱμάντι,
πυγμαχίης κήρυκα φέρων χόλον ἠνορέης δὲ
ἔπνεε θερμὸν ἄημα πολυστρέπτοισιν ὀπωπαῖς.
Ἔντελλος δέ, Δάρητος ἐναντίον ὄμμα τιταίνων,
γυιοτόρους μύρμηκας ἐμαίνετο χερσὶν ἑλίσσων
πυγμαχίης δ᾽ ὤδινε φόνον διψῶσαν ἀπειλήν.
ἦν δὲ παλαισμοσύνην δεδαημένος ὄβριμος ἀνήρ
εἰ δὲ Φίλων ἤκουε πελώριος, εἴτε Φιλάμμων,
εἴτε Μίλων Σικελῆς ἔρυμα χθονός, οἶδεν Ἀπόλλων
οὐ γὰρ ἐγὼ δεδάηκα διακρῖναι καὶ ἀεῖσαι
οὔνομα θαρσαλέου κλυτὸν ἀνέρος, ἀλλὰ καὶ ἔμπης
ἔπνεεν ἠνορέης: λάσιος δὲ οἱ εἵλκετο πώγων,
καὶ φόβον ἠκούτιζον ἀεθλητῆρα παρειαί,
καὶ κεφαλῆς ἔφρισσον ἐθειράδες: ἀμφὶ δὲ πυκνοῖς
μυῶνες μελέεσσιν ἀνοιδαίνοντο ταθέντες
τρηχαλέοι, δοιοὶ δέ, συνισταμένων παλαμάων,
εὐρέες ἐσφήκωντο βραχίονες, ἠΰτε πέτραι,
καὶ παχὺς ἀλκήεντι τένων ἐπανίστατο νώτῳ,
αὐχένος εὐγνάμπτοιο περὶ πλατὺν αὐλὸν ἀνέρπων.
Δέρκεό μοι Χαρίδημον, ὃς Ἀτθίδος ἡγεμονεύων
Κεκροπίδην στρατὸν εἶχεν ἑῇς πειθήμονα βουλῇς.
ἦ κεν ἰδὼν ἀγάσαιο Μελάμποδα: μαντιπόλου μὲν
ἱερὸν εἶδος ἔφαινεν, ἔοικε δὲ θέσπιδος ὀμφῆς
σιγηλοῖς στομάτεσσι θεοπρόπον ἄσθμα τιταίνων. [p. 78]
Πάνθοος ἦν Τρώων βουληφόρος, ἀλλ᾽ ἔτι δεινὴν
οὔπω μῆτιν ἔπαυσε κατ᾽ Ἀργείων στρατιάων.
Δημογέρων δὲ νόημα πολύπλοκον εἶχε Θυμοίτης
ἀμφασίης πελάγεσσιν ἐελμένος: ἦ γὰρ ἐῴκει
σκεπτομένῳ τινὰ μῆτιν ἔτι Τρώεσσιν ὑφαίνειν.
Λάμπων δ᾽ ἀχνυμένῳ ἐναλίγκιος ἦεν ἰδέσθαι:
οὐ γὰρ ἔτι φρεσὶν εἶχε κυλινδομένοιο κυδοιμοῦ
τειρομένοις Τρώεσσι τεκεῖν παιήονα βουλήν.
εἱστήκει Κλυτίος μὲν ἀμήχανος: εἶχε δὲ δοιὰς
χεῖρας ὁμοπλεκέας, κρυφίης κήρυκας ἀνίης.
χαῖρε φάος ῥήτρης Ἰσόκρατες, ὅττι σὺ χαλκῷ
κόσμον ἄγεις: δοκέεις γὰρ ἐπίφρονα μήδεα φαίνειν,
εἰ καὶ ἀφωνήτῳ σε πόνῳ χαλκεύσατο τέχνη.
ἔστενε δ᾽ Ἀμφιάρηος ἔχων πυριλαμπέα χαίτην
στέμματι δαφναίῳ: κρυφίην δ᾽ ἐλέλιζεν ἀνίην,
θεσπίζων, ὅτι πᾶσι βοόκτιτος ἀνδράσι Θήβη
ἀνδράσιν Ἀργείοισιν ὑπότροπον ἦμαρ ὀλέσσει.
ἀγλαὸς εἱστήκει χρησμηγόρος, ὅντινά φασιν
μαντιπόλου γενετῆρα θεοφραδέος Πολυείδου:
εὐπετάλῳ δὲ κόμας ἐστεμμένος ἔπρεπε δάφνῃ.
εἶδον ἀκερσεκόμην Ἕκατον θεόν, εἶδον ἀοιδῆς
κοίρανον, ἀδμήτοισι κεκασμένον ἄνθεσι χαίτην
εἶχε γὰρ ἀμφοτέροισι κόμης μεμερισμένον ὤμοις
βόστρυχον αὐτοέλικτον: ἕλισσε δὲ μάντιν ὀπωπήν,
οἷά τε μαντοσύνῃ μεροπήια πήματα λύων. [p. 80]
γυμνὸς δ᾽ ὀβριμόθυμος ἔην Τελαμώνιος Αἴας,
μήπω πρῶτον ἴουλον ἔχων ἐκέκαστο δὲ μορφῆς
ἄνθεσι πατρῴης: πλοκάμους δ᾽ ἐσφίγγετο μίτρῃ:
οὐ γὰρ ἔην τρυφάλειαν ἔχων, οὐκ ἔγχος ἑλίσσων,
οὐ σάκος ἑπταβόειον ἐπωμαδόν, ἀλλὰ τοκῆος
θαρσαλέην ἀνέφαινεν ἀγηνορίην Τελαμῶνος.
ἵστατο Σαρπηδών, Λυκίων πρόμος: ἠνορέῃ μὲν
φρικτὸς ἔην ἁπαλοῖς δὲ νεοτρεφέεσσιν ἰούλοις
οἴνοπος ἄκρα χάρασσε γενειάδος: ἀμφὶ δὲ χαίταις
εἶχε κόρυν γυμνὸς μὲν ἔην δέμας, ἀλλ᾽ ἐνὶ μορφῇ
σπέρμα Διὸς σήμαινεν ἀπ᾽ ἀμφοτέρης γὰρ ὀπωπῆς
μαρμαρυγὴν ἀπέπεμπεν ἐλευθερίου γενετῆρος,
καὶ τρίτος ;εὐχαίτης τριποδηλάλος ἦεν Ἀπόλλων,
καλὸς ἰδεῖν: πλόκαμος γὰρ ἕλιξ ἐπιδέδρομεν ὤμοις
ἀμφοτέροις: ἐρατὴ δὲ θεοῦ διεφαίνετο μορφή,
χαλκῷ κόσμον ἄγουσα: θεὸς δ᾽ ἐτίταινεν ὀπωπήν,
οἷά τε μαντιπόλοισιν ἐπὶ τριπόδεσσι δοκεύων.
καὶ τριτάτην θάμβησα πάλιν χρυσῆν Ἀφροδίτην,
φάρεϊ κόλπον ἔχουσαν ἐπίσκιον ἀμφὶ δὲ μαζοῖς
κεστὸς ἕλιξ κεχάλαστο, χάρις δ᾽ ἐνενήχετο κεστῷ.
αἰχμητὴς δ᾽ ἀνίουλος ἐλάμπετο δῖος Ἀχιλλεύς,
γυμνὸς ἐὼν σαγέων ἐδόκευε μὲν ἔγχος ἑλίσσειν
δεξιτερῇ, σκαιῇ δὲ σάκος χάλκειον ἀείρειν,
σχήματι τεχνήεντι: μόθου δ᾽ ἀπέπεμπεν ἀπειλὴν
θάρσεϊ τολμήεντι τεθηγμένος: αἱ γὰρ ὀπωπαὶ
γνήσιον ἦθος ἔφαινον ἀρήιον Αἰακιδάων. [p. 82]
ἦν δὲ καὶ Ἑρμείας χρυσόρραπις: ἱστάμενος δὲ
δεξιτερῇ πτερόεντος ἀνείρυε δεσμὰ πεδίλου,
εἰς ὁδὸν ἀίξαι λελιημένος: εἶχε γὰρ ἤδη
δεξιὸν ὀκλάζοντα θοὸν πόδα, τῷ ἔπι λαιὴν
χεῖρα ταθεὶς ἀνέπεμπεν ἐς αἰθέρα κύκλον ὀπωπῆς,
οἷά τε πατρὸς ἄνακτος ἐπιτρωπῶντος ἀκούων.
καὶ νοερῆς ἄφθεγκτα Λατινίδος ὄργια Μούσης
ἅζετο παπταίνων Ἀπολήιος, ὅντινα μύστην
Αὐσονὶς ἀρρήτου σοφίης ἐθρέψατο Σειρήν.
Φοίβου δ᾽ οὐρεσίφοιτος ὁμόγνιος ἵστατο κούρη
Ἄρτεμις, ἀλλ᾽ οὐ τόξον ἑκηβόλον, οὐδὲ φαρέτρην
ἰοδόκην ἀνέχουσα κατωμαδὸν ἦν δ᾽ ἐπὶ γούνων
παρθένιον λεγνωτὸν ἀναζωσθεῖσα χιτῶνα,
καὶ τριχὸς ἀκρήδεμνον ἀνιεμένη πλόκον αὔραις.
ἔμφρονα χαλκὸν Ὅμηρος ἐδείκνυεν, οὔτε μενοινῆς
ἄμμορον, οὔτε νόου κεχρημένον, ἀλλ᾽ ἄρα μούνης
φωνῆς ἀμβροσίης, ἀνέφαινε δὲ θυιάδα τέχνην.
ἦ καὶ χαλκὸν ἔχευσεν ὁμῆ θεὸς εἴδεϊ μορφῆς:
οὐ γὰρ ἐγὼ κατὰ θυμὸν ὀίομαι ὅττι μιν ἀνὴρ
ἐργοπόνος χάλκευσε παρ᾽ ἐσχαρεῶνι θαάσσων,
ἀλλ᾽ αὐτὴ πολύμητις ἀνέπλασε χερσὶν Ἀθήνη
εἶδος ἐπισταμένη τόπερ ᾤκεεν ἐν γὰρ Ὁμήρῳ
αὐτὴ ναιετάουσα σοφὴν ἐφθέγγετο μολπήν.
σύννομος Ἀπόλλωνι πατὴρ ἐμός, ἰσόθεος φὼς
ἵστατο θεῖος Ὅμηρος: ἔικτο μὲν ἀνδρὶ νοῆσαι
γηραλέῳ: τὸ δὲ γῆρας ἔην γλυκύ: τοῦτο γὰρ αὐτῷ [p. 84]
πλειοτέρην ἔσταζε χάριν: κεκέραστο δὲ κόσμῳ
αἰδοίῳ τε φίλῳ τε: σέβας δ᾽ ἀπελάμπετο μορφῆς.
αὐχένι μὲν κύπτοντι γέρων ἐπεσύρετο βότρυς
χαίτης, εἰσοπίσω πεφορημένος, ἀμφὶ δ᾽ ἀκουὰς
πλαζόμενος κεχάλαστο: κάτω δ᾽ εὐρύνετο πώγων
ἀμφιταθείς, μαλακὸς δὲ καὶ εὔτροχος: οὐδὲ γὰρ ἦεν
ὀξυτενής, ἀλλ᾽ εὐρὺς ἐπέπτατο, κάλλος ὑφαίνων
στήθεϊ γυμνωθέντι καὶ ἱμερόεντι προσώπῳ.
γυμνὸν δ᾽ εἶχε μέτωπον, ἐπ᾽ ἀπλοκάμῳ δὲ μετώπῳ
ἧστο σαοφροσύνη κουροτρόφος: ἀμφὶ δ᾽ ἄρ᾽ ὀφρῦς
ἀμφοτέρας προβλῆτας ἐύσκοπος ἔπλασε τέχνη,
οὔτι μάτην: φαέων γὰρ ἐρημάδες ἦσαν ὀπωπαί.
ἀλλ᾽ οὐκ ἦν ἀλαῷ ἐναλίγκιος ἀνδρὶ νοῆσαι:
ἕζετο γὰρ κενεοῖς χάρις ὄμμασιν ὡς δὲ δοκεύω,
τέχνη τοῦτο τέλεσσεν, ὅπως πάντεσσι φανείη
φέγγος ὑπὸ κραδίην σοφίης ἄσβεστον ἀείρων.
δοιαὶ μὲν ποτὶ βαιὸν ἐκοιλαίνοντο παρειαί,
γήραϊ ῥικνήεντι κατάσχετοι ἀλλ᾽ ἐνὶ κείναις
αὐτογενής, Χαρίτεσσι συνέστιος, ἵζανεν Αἰδώς:
Πιερικὴ δὲ μέλισσα περὶ στόμα θεῖον ἀλᾶτο,
κηρίον ὠδίνουσα μελισταγές. ἀμφοτέρας δὲ
χεῖρας ἐπ᾽ ἀλλήλαισι τιθεὶς ἐπερείδετο ῥάβδῳ,
οἷά περ ἐν ζωοῖσιν ἑὴν δ᾽ ἔκλινεν ἀκουὴν
δεξιτερήν, δόκεεν δὲ καὶ Ἀπόλλωνος ἀκούειν,
ἢ καὶ Πιερίδων τινὸς ἐγγύθεν. ἐν δ᾽ ἄρα θυμῷ
σκεπτομένῳ μὲν ἔικτο, νόος δὲ οἱ ἔνθα καὶ ἔνθα
ἐξ ἀδύτων πεφόρητο πολυστρέπτοιο μενοινῆς,
Πιερικῆς Σειρῆνος ἀρήιον ἔργον ὑφαίνων.
καὶ Σύριος σελάγιζε σαοφροσύνῃ Φερεκύδης
ἱστάμενος: σοφίης δὲ θεουδέα κέντρα νομεύων,
οὐρανὸν ἐσκοπίαζε, μετάρσιον ὄμμα τιταίνων. [p. 86]
καὶ σοφὸς Ἡράκλειτος ἔην, θεοείκελος ἀνήρ,
ἔνθεον ἀρχαίης Ἐφέσου κλέος, ὅς ποτε μοῦνος
ἀνδρομέης ἔκλαιεν ἀνάλκιδος ἔργα γενέθλης.
καὶ τύπος ἁβρὸς ἔλαμπεν ἀριστονόοιο Κρατίνου,
ὅς ποτε δημοβόροισι πολισσούχοισιν Ἰώνων
θυμοδακεῖς ἐθόωσεν ἀκοντιστῆρας ἰάμβους,
κῶμον ἀεξήσας, φιλοπαίγμονος ἔργον ἀοιδῆς.
εἱστήκει δὲ Μένανδρος, ὃς εὐπύργοισιν Ἀθήναις
ὁπλοτέρου κώμοιο σελασφόρος ἔπρεπεν ἀστήρ:
πολλάων γὰρ ἔρωτας ἀνέπλασε παρθενικάων,
καὶ Χαρίτων θεράποντας ἐγείνατο παῖδας ἰάμβους,
ἅρπαγας οἰστρήεντας ἀεδνώτοιο κορείης,
μίξας σεμνὸν ἔρωτι μελίφρονος ἄνθος ἀοιδῆς.
Ἀμφιτρύων δ᾽ ἤστραπτεν, ἀπειρογάμῳ τρίχα δάφνῃ
στεψάμενος: πᾶσιν μὲν ἐύσκοπος εἴδετο μάντις:
ἀλλ᾽ οὐ μάντις ἔην Ταφίης δ᾽ ἐπὶ σήματι νίκης
στέμμα πολυστρέπτοισιν ἐπάρμενον εἶχεν ἐθείραις,
Ἀλκμήνης μενέχαρμος ἀριστοτόκου παρακοίτης,
Θουκυδίδης δ᾽ ἐλέλιξεν ἑὸν νόον ἦν δὲ νοῆσαι
οἷά περ ἱστορίης δημηγόρον ἦθος ὑφαίνων
δεξιτερὴν γὰρ ἀνέσχε μετάρσιον, ὡς πρὶν ἀείδων
Σπάρτης πικρὸν Ἄρηα καὶ αὐτῶν Κεκροπιδάων,
Ἑλλάδος ἀμητῆρα πολυθρέπτοιο τιθήνης. [p. 88]
%2οὐδ᾽ Ἁλικαρνησοῦ με παρέδραμε θέσπις ἀηδών,
Ἡρόδοτος πολύιδρις, ὃς ὠγυγίων κλέα φωτῶν,
ὅσσα περ ἠπείρων δυὰς ἤγαγεν, ὅσσα περ αἰὼν
ἔδρακεν ἑρπύζων, ἐνάταις ἀνεθήκατο Μούσαις,
μίξας εὐεπίῃσιν Ἰωνίδος ἄνθεα φωνῆς.
Θήβης δ᾽ Ὠγυγίης Ἑλικώνιος ἵστατο κύκνος,
Πίνδαρος ἱμερόφωνος, ὃν ἀργυρότοξος Ἀπόλλων
ἔτρεφε Βοιωτοῖο παρὰ σκοπιὴν Ἑλικῶνος,
καὶ μέλος ἁρμονίης ἐδιδάξατο: τικτομένου γὰρ
ἑζόμεναι λιγυροῖσιν ἐπὶ στομάτεσσι μέλισσαι
κηρὸν ἀνεπλάσσαντο, σοφῆς ἐπιμάρτυρα μολπῆς.
Ξεινοφόων δ᾽ ἤστραπτε, φεράσπιδος ἀστὸς Ἀθήνης,
ὃς πρὶν Ἀχαιμενίδαο μένος Κύροιο λιγαίνων,
εἵπετο φωνήεντι Πλατωνίδος ἤθεϊ Μούσης,
ἱστορίης φιλάεθλον ἀριστώδινος ὀπώρην
συγκεράσας ῥαθάμιγξι φιλαγρύπνοιο μελίσσης.
ἵστατο δ᾽ Ἀλκμάων κεκλημένος οὔνομα μάντις:
ἀλλ᾽ οὐ μάντις ἔην ὁ βοώμενος, οὐδ᾽ ἐπὶ χαίτης
δάφνης εἶχε κόρυμβον: ἐγὼ δ᾽ Ἀλκμᾶνα δοκεύω,
ὃς πρὶν ἐυφθόγγοιο λύρης ἠσκήσατο τέχνην,
Δώριον εὐκελάδοισι μέλος χορῇσιν ὑφαίνων.
καὶ πρόμος εὐκαμάτων Πομπήιος Αὐσονιήων,
φαιδρὸν ἰσαυροφόνων κειμήλιον ἠνορεάων,
στειβομένας ὑπὸ ποσσὶν Ἰσαυρίδας εἶχε μαχαίρας, [p. 90]
σημαίνων ὅτι δοῦλον ὑπὸ ζυγὸν αὐχένα Ταύρου
εἴρυσεν, ἀρρήκτῳ πεπεδημένον ἅμματι Νίκης.
κεῖνος ἀνήρ, ὃς πᾶσιν ἔην φάος, ὃς βασιλῆος
ἠγαθέην ἐφύτευσεν Ἀναστασίοιο γενέθλην.
τοῦτο δὲ πᾶσιν ἔδειξεν ἐμὸς σκηπτοῦχος ἀμύμων,
δῃώσας σακέεσσιν Ἰσαυρίδος ἔθνεα γαίης.
ἵστατο δ᾽ ἄλλος Ὅμηρος, ὃν οὐ πρόμον εὐεπιάων
θέσκελον υἷα Μέλητος ἐυρρείοντος ὀίω,
ἀλλ᾽ ὃν Θρηικίῃσι παρ᾽ ᾐόσι γείνατο μήτηρ
Μοιρὼ κυδαλίμη Βυζαντιάς, ἣν ἔτι παιδνὴν
ἔτρεφον εὐεπίης ἡρωίδος ἴδμονα Μοῦσαι:
κεῖνος γὰρ τραγικῆς πινυτὴν ἠσκήσατο τέχνην,
κοσμήσας ἐπέεσσιν ἑὴν Βυζαντίδα πάτρην.
καὶ φίλος Αὐσονίοισι λιγύθροος ἔπρεπε κύκνος
πνείων εὐεπίης Βεργίλλιος, ὅν ποτε Ῥώμης
Θυμβριὰς ἄλλον Ὅμηρον ἀνέτρεφε πάτριος Ἠχώ.

— Paton edition

Descrizione delle statue del ginnasio
pubblico detto Zeusippo

C’era Deifobo, primo, sull’altare delle belle sculture,
ritto, ardito, cinto dell’elmo, un eroe possente,
che, davanti alla dimora dei padri, che già era rovinata, affrontò Menelao (nella bellica foga proteso).
Era in piedi come un uomo che avanza senza disciplina:
era obliquo, la schiena contratta nell’impeto, curva, concentrava una forza violenta; rotava lo sguardo
con prudenza verso la furia dei nemici.
Nella sinistra lo scudo, proteso in avanti; la destra
alta brandiva la spada: la mano piena di ardore era pronta
a trapassare con la spada le carni di chi l’affrontava:
alla follia la natura non rese seguace quell’arma.
Eschine, figlio di Atene, gioiello di saggia Lusinga, lampeggiava, contratta la guancia rotonda, pelosa, gareggiando in frenetici agoni pubblici, era aggravato infatti con fitti pensieri.
Presso di lui c’era Aristotele, campione di sapienza:
in piedi, teneva strette, conserte le braccia; neppure nel muto bronzo stava la mente inattiva: l’aspetto sembrava
di un tale concentrato nel suo riflettere perenne:
una foga equilibrata d’ambivalenti pensieri tradivano le guance contratte e s’indovinava una moltitudine
di idee da mutevoli sguardi.
E spiccava la tromba del grande oratore Peanio, padre sapiente d’eloquio melodioso, che un giorno ad Atene arse la saggia fiaccola di Peitho, lusinga di animi. Non fingeva calma, ma densi volgeva i pensieri, infatti sembrava mulinare una moltitudine di idee nella mente, come aguzzato, contro gli armati Macedoni, a lotta.
Certamente avrebbe levato la voce scattante e rancorosa, facendo parlare una statua muta; ma la tecnica scultorea
gli aveva sigillato le labbra con silenziosi strati di bronzo.
C’era il tragediografo che prendeva il nome da Euripo:
mi sembrava che parlasse con le Muse della tragedia
nel profondo segreto del cuore, cercando la giustizia:
il suo aspetto non era diverso da quando scuoteva
il teatro di Atene con i tirsi.
Il profeta Palèfato, indossando una corona d’alloro, spiccava e sembrava emettere dalla bocca la voce del destino.
Quindi Esiodo di Ascra sembrava parlare alle Muse
delle montagne, forzava il bronzo con l’ispirazione poetica per dar voce alla piena divina del canto.
In seguito, c’ era Polido, un altro profeta con i capelli ornati dall’ alloro di Apollo: voleva urlare i responsi divini
dell’ oracolo; ma gli era stato negato dall’ arte, come ammutolito da un vincolo.
Tu, Simonide, non placasti la tenera brama del canto: cerchi sempre una corda, ma non imbracci più la divina cetra.
Chi ti creò doveva versare nel bronzo delle dolci note: rispettosa, l’ immobilità del bronzo avrebbe così
dato ai tocchi ritmici la replica dei canti.

C’era Anassimene saggio intelligente, nella meditazione faceva vibrare molteplici pensieri della volontà divina. Calcante, figlio di Testore, indovino infallibile, si ergeva mentre prediceva quanto possibile: sembrava che nascondesse le predizioni divine o perché
aveva compassione dell’esercito greco, o perché temeva
nell’animo il re della ricchissima Micene.
Vedo davanti ai miei occhi Pirro d’Achille, il cucciolo degli Eacidi distruttore di città il quale voleva far volteggiare con la mano le armi bronzee che non gli erano state concesse dall’arte: infatti lo rese nudo; egli guardava chiaramente verso l’alto come se volgesse lo sguardo a Troia ventosa.
Amimone dalle rosee dite stava seduta , avvolgeva i capelli della chioma verso dietro, senza veli,aveva la fronte
scoperta ; alzando lo sguardo guardava avidamente
lo sposo nel mare dalla nera chioma.
Vicino si trovava il dio dalla capigliatura scura,dal vasto
petto ,essendo nudo , aveva una chioma di ricci fluenti.
Un delfino bagnato porgeva, tendendo la mano, i doni di nozze della donna contesa dai pretendenti.
L’ape della Pieria, dalla voce armoniosa era seduta,Saffo di Lesbo, tranquilla, sembrava ordire un canto dai bei suoni alle muse silenti avvinghiata al cuore.
Vedendo meravigliato il figlio di Clinìa, splendidamente fulgente; infatti fondeva la luce di bellezza con il bronzo, tale quale era ad Atene, madre dei pensieri, ordendo un piano ingegnoso agli uomini figli di Cecrope ; Il sacerdote di Crisa si reggeva vicino, sollevando lo scettro di Febo nella mano destra, portando una corona sul capo; si distingueva il vincitore per la grande statura,com’è proprio della stirpe sacra degli eroi; mi sembra che l’Atride supplicasse; la barba cresceva fitta e la ciocca non intrecciata della fitta chioma veniva travolta.
Giulio Cesare accanto brillava, il quale incoronò Roma con innumerevoli scudi di cuoio dei nemici. L’egida orrenda alla vista teneva sull’omero, stretta; brandendo fieramente con la mano destra la folgore; ed era come un giovane Zeus secondo l’italica voce. Allora s’ergeva Platone divino, che un giorno ad Atene rivelò le strade segrete delle divine virtù. Vidi un’altra Afrodite, figlia dell’ottimo Padre, d’oro, nuda, lucente; dall’alto del collo della dea scendeva, palpitando sul petto, il cinto. S’ergeva l’Ermafrodito grazioso, né uomo né donna, statua d’un essere misto, che potrai dire facilmente esser figlio di Cipride, dea dal mirabile seno, e di Ermete.
Mostrava un gonfio seno da fanciulla; del pari, svelava la potenza feconda dei genitali, mostrando i tratti combinati di una promiscua bellezza. Erinna era seduta, la vergine dal dolce canto, neanche con le dita toccava matasse intricate di fili: silenziosa distillava gocce da un’ape della Pieria.
Non tralasciare il cantore Terpandro: perché diresti che quella statua sia viva, non priva di voce: sembrava comporre nel suo cuore commosso la mistica melodia di un canto, come una volta, sulle sponde dell’Eurota, che scorre tra gorghi, cantando sulla sua mistica cetra, acquietava i desideri maligni degli abitanti di Amicla, pronti alla guerra
Pericle, io ti ammirai vedendoti: persino nel silenzioso bronzo infondi come un fuoco l’abilità oratoria, come se dettassi ancora le leggi ai Cecropidi, o dichiarassi guerra contro i Pelopidi.

Spiccava in piedi il saggio di Samo Pitagora, ma si aspettava
di vivere nell’Olimpo, forzava la costituzione del bronzo
poiché traboccava di acuti pensieri : infatti ritengo che
misurasse il cielo soltanto con gli occhi incontaminati.
Vidi Stesicoro dalla voce acuta, il quale un tempo fu
nutrito dalla terra di Sicilia, apprese il suono della lira
di Apollo quando era ancora nel grembo materno.
Quando nacque e non era ancora stato messo alla luceun usignolo vagante da qualche luogo posandosi di nascosto sulla bocca innalzava un canto melodioso.
Salve ,Democrito, vanto della patria di Abdera, poiché stabilisti le leggi della natura dai bei frutti,giudicando misere le cerimonie della Musa scienziata, ridendo sempre delle precarie strade della vita, poiché sa giustamente che il vecchio Eone oltrepassa tutto quanto.
Eracle mostrava il giro rotondo del mento senza barba, recando nel palmo che uccise il leone i pomi d’oro, prosperosi doni della regione libica.
Accanto c’era Auge, la vergine che era ministra di Pallade. Giù dalle spalle cadeva il manto: la chioma di capelli non era raccolta da alcun velo né fascia, aveva le braccia levate in alto, come ad invocare la figlia di Zeus dalle pupille lucenti sotto il monte di Tègea d’Arcadia.
Sii propizio germoglio bellicoso di Troia, Enea, sii propizio brillante consigliere di Troia: l’accorto pudore si espande dagli occhi, spirando di grazia, e rivela la divina stirpe di Afrodite dorata.
Ammirai Creusa, compagna di Enea,avvolta da un aspetto luttuoso: infatti,tirando dietro il velo da entrambe le gote, nascose tutto il corpo attorno al velo che giungeva fino ai piedi, così come colei che piange: le lacrime di bronzo della giovane donna presagivano che la terra nutrice era preda di Ares, che Ilio era stretta dagli uomini di Argo armati di scudo. Eleno non poneva fine al rancore: sembrava spietato nei confronti della patria, muovendo la rabbia. Afferrava con la destra una coppa ,offrendo agli dei: credo che agli Argivi profetasse prosperità, pregava gli immortali (gli dei) di inviare presagi di morte alla terra nutrice.
Ma tu, madre di Ettore, dimmi, chi, Ecuba misera, chi t’insegnava degli immortali a versare, in quella forma muta, di pianto? Neppure il bronzo (ti) pose fine all’afflizione, né l’arte, priva di vita, pietosa (ti) frenò l’insanabile furia: tu sei lì, che versi tuttora lacrime. Forse non piangi più la sorte del povero Ettore, il lutto grave di Andromaca afflitta, piangi invece la tua patria caduta: infatti il velo che pende attorno al viso è testimone di guai; i pepli che fino ai calzari scendono laschi, annunciano un lutto.
Incatenata infatti da dolori supremi nel cuore; versano lacrime dalle gote, ma l’arte spense le lacrime: l’immedicabile pena dissecca e ferma per sempre.
Vidi poi Cassandra profetica. Silenziosa, chiusa, pervasa di sapienza, rimproverava il padre come vaticinando l’estrema rovina. C’era un altro Pirro distruttore di città: né avendo una criniera equina sull’elmo, né una lancia nel pugno; di nudità risplendeva, né peli segnavano il mento. Protendeva in alto, attestando la vittoria, la destra e guardava bieco Polissenna greve di pianto.

Dì, oh afflitta fanciulla, Polìssena, quale destino ha mai voluto per te quel pianto segreto che riversi nel tacito bronzo? Perché mai, col viso velato, ti alzi simile a chi si vergogna, quando il lutto grava sull’ anima?
Forse perché, dopo che ti ebbe devastata la patria, Pirro di Ftia ti catturò come bottino di guerra, né ti salvò quella bellezza (poiché non sedusse Neottòlemo ardente) che conquistò il padre di Pirro e lo indusse alla scelta di un’imprevedibile morte?
Certamente, lo giuro per questo simulacro di bronzo, che se egli ti avesse vista così, ti avrebbe presa come sua compagna di letto, negando memorabili omaggi al padre colto dalla morte. Ammirai quell’ Aiace che Oileo, dal cuore coraggioso, generò gigantesca protezione del territorio locrese.
Sembrava pieno di giovinezza perché la barba non ricopriva neppure la punta del mento.
Tutto il coraggioso corpo era nudo: ricolmo di forza virile, pungolava con l’arma d’ Enio bellicoso.
Il cuore d’ Enone era infuocato di collera, l’anima rosa di gelosia; Paride, sconvolto, spiava nell’ombra; lanciava velate minacce; nel frattempo la mano destra spingeva lo sposo dalla misera sorte. Il pastore sembrava confuso, lo sguardo circospetto si distoglieva da quell’ amatore rovinoso.
Darete si cingeva le mani con cuoio secco - con l'ira, preannuncio delle gare di pugni, nel cuore; spirava caldi respiri dal mobile volgere degli occhi.
Contro Darete c'era Entello, che con lo sguardo minaccioso, si scatenava, cingeva il cesto che fora le membra, nel suo grembo c'era minaccia, assetato di sangue. Quindi un altro gigante, esperto di lotta, fiero. Solo Apollo sa se il suo nome fosse Filone, Filammone o Milone, protettore della terra siciliana; non capisco cosa c'è scritto e non posso cantare il nobile nome di quel valoroso; emanava comunque molto vigore; fluiva la barba foltissima e lunga, le guance lanciavano intorno uno sgomento guerriero e rizzavano i capelli sul capo; su un corpo massiccio una tensione, un gonfiore di muscoli solidi e duri; teneva le mani giunte; le braccia, una duplice stretta, si stringevano larghe possenti come rocce, la nuca vigorosa,tesa attorno all’ampia canna
del duttile collo, sorgeva sulle spalle forzute.
Ecco là Caridemo, comandante dell’Attica , il quale ebbe sotto il suo comando l’armata cecropide. O, ti stupiresti vedendo Melampo: mostrava un solenne aspetto di vate; sembrava emettere dalle labbra silenti predizioni divine. C’era Pantoo, che dava consigli ai troiani e negli abili piani che dettava contro gli argivi non c’era sosta. Il senatore Timete col suo abile pensiero era sconvolto nell’animo: pensoso, sembrava tramare chissà che piani per il bene di Troia. Lampone dava l’impressione di un uomo sofferente: nel tumulto della battaglia non sapeva trovare per i troiani ormai sopraffatti un rimedio guaritore.
L’eretta figura di Clizio appariva impotente: aveva le braccia conserte, come a nascondere l’afflizione. Salve Isocrate, lume di eloquenza! Dai splendori al bronzo: anche impresso nel bronzo dalla silente opera d’arte mi sembra che tu renda manifesti sapienti pensieri. Amfiarao, con la chioma di capelli coronata dall’alloro, stava sospirando al pensiero di un’angoscia segreta: prediceva infatti che Tebe, fondata
dove giace la giovenca, avrebbe reso impossibile
il ritorno agli argivi.

C’era Sarpedone. Primo tra i Lici; era terribile per la virilità, ma una nuova e morbida lanugine segnava la cima del mento dal colore del vino; sulla chioma aveva un elmo.
Il corpo era nudo, ma nell’aspetto presentava il gene
di Zeus; infatti emetteva da entrambi gli occhi
lo stesso bagliore del nobile padre.
C’era anche il terzo Apollo dalla bella chioma che parla
dal tripode, dal bell’aspetto: infatti i capelli ondulati si spargevano su entrambe le spalle, l’amabile figura del Dio emetteva bagliori, conferendo grazia al bronzo;
il Dio volgeva lo sguardo, come se stesse scrutando
il futuro dall’alto del tripode.
E a sua volta una terza aurea Afrodite mi incantò, la quale aveva il petto ombreggiato dalla veste:
attorno ai seni si allentava una cintura sinuosa,
la grazia ondeggiava nella cinta.
Il divino Achille , imberbe e armato di lancia, splendeva,
il quale era privo di armatura; scrutava, come per volgere
la lancia nella mano destra, sollevando con l’altra mano lo scudo, con portamento lezioso. Trasmetteva minaccia di guerra, incitato con animo audace. Infatti gli occhi mostravano la genuina indole bellicosa degli Eàcidi.
C’era Ermete, il dio dalla magica verga d’oro, tirava con la mano destra i lacci dell’alato calzare. La gamba destra era piegata, su di essa era poggiata la mano sinistra e la sua faccia era rivolta verso il cielo, come se stesse ascoltando gli ordini del padre. Apuleio osservava attentamente gli impronunciabili segreti della saggia Musa latina.
L’italiana sirena lo crebbe devoto della ineffabile sapienza.
Poi si innalzava la sorella di Febo, Artemide che vaga per i monti. Non reggeva nessun arco, né sulla schiena recava la faretra; aveva la veste da vergine orlata di frange tirata fino alle ginocchia e i capelli liberi, senza alcun velo, sciolti al vento.
Il bronzeo Omero era quasi vivo, non priva di inventiva né di pensiero; non aveva solo la voce divina, mostrava l’impeto dell’ardore sacro della tecnica scultorea.
La colata di un bronzo così realistico era degno delle sembianze della dea: no, io non credo e non penso che un essere umano, seduto nella propria fucina, abbia forgiato la statua di bronzo: l’ha plasmata con le sue mani la sapientissima dea Atena in persona, conoscendo bene il corpo che fu sua dimora, poiché proprio lei visse dentro il corpo di Omero, cantando quel canto sublime.
Così si ergeva, compagno di Apollo, il pari agli dei, lui, padre mio, quell’Omero divino. Sembrava un uomo vecchio, ma di una anzianità così dolce da dargli come uno strato ancor più ricco di grazia: un miscuglio di venerando e di caro, da cui risplendeva pudore.
Sul collo piegato del vecchio scendevano i capelli, che erano gettati indietro, intorno alle orecchie liberi e morbidi; in basso la barba morbida e soffice cadeva abbondante, tutta intorno al mento: non era rigida, a punta, ma larga, distesa, tesseva un intreccio di grazia al petto nudo come all’amabile viso.
La fronte era nuda; ma sopra la testa calva era seduta la Sapienza nutrice di giovani; e l’arte ingegnosa plasmò le due sopracciglia prominenti: le sue pupille erano prive di lucentezza eppure a vederlo, come a me sembra, non era un cieco: negli occhi vuoti stava seduta la grazia.

L’intento dell’arte fu forse quello di rendere nota la luce alta e viva, che mai si estingue, del genio, presente nel cuore di Omero. Da entrambe le parti si infossavano appena le guance, contratte dalle rughe della vecchiaia; ma la Verecondia nativa delle Grazie consorte v’era di casa. Intorno alle labbra volteggiava un’ape Pieria (cfr. Anth.Pal II, ) impregnata di gocce di miele dolcissimo. Con le due mani, poggiate l’una sull’altra,si sosteneva con un bastone come si fa tra i vivi. L’orecchio destro inclinato sembrava sempre ascoltare Apollo, sembrava che forse udisse una musa nei dintorni. Assomigliava ad un pensatore tutto raccolto in se; la mente,tramando la cantica marzia della Sirena pieria, vagava di qua e di là dai profondi segreti del genio versatile.
Splendeva per la saggezza Ferecide di Siro: padroneggiando l’assillo divino d’un’alta sapienza scrutava con occhi protesi l’abisso celeste. C’era anche Eraclito, sapiente, uomo simile agli dei, gloria di Efeso antica, ispirato: l’unico, un tempo, che della stirpe vile degli uomini pianse le sorti. Anche la molle figura brillava del grande Cratino: su governanti di Ioni, divoratori di popolo, un tempo affilò come frecce le punte dei giambi mordaci, nobilitò la commedia, quel genere ricco di celie. (Ritto) stava Menandro, il quale come splendente stella della commedia novella brillava in Atene dalle torri ben fatte. Infatti di molte vergini modellò passioni di amore, rapimenti di verginità privo di doni nuziali, furenti.
Anfitrione risplendeva, coronando la chioma di vergine alloro; ad ognuno pareva un profeta veggente; eppure non era un profeta, come segno di riconoscimento della vittoria sui Tafi portava una corona che si trovava sui capelli ricci, sposo valoroso di Alcmena, madre di nobili figli.Tucidide faceva vibrare la sua mente, tessendo il carattere oratorio riguardo la storia; infatti la mano destra era sollevata in alto, così come quando cantando la violenta guerra di Sarta e degli uomini ateniesi, mietitrice della prole della Grecia madre. Né mi sfuggì l’usignolo divino di Alicarnasso, il saggio Erodoto, che le azioni gloriose degli avi, quelle dei due continenti che guidò, quando fu visto dal tempo che sfugge, consacrò alle nove Muse, mischiando allo stile la grazia della lingua Ionica.
C’era il cigno eliconio dell’antichissima Tebe Pindaro, dal delizioso canto, il quale fu allevato da Apollo dall’arco di argento presso la vetta dell’Elicona beotico e imparò la melodia della musica;
Mentre nasceva infatti, le api ,posandosi sopra le labbra canore, fecero un favo, testimonianza di un canto geniale.
Continuava a risplendere Senofonte, cittadino dell’Atene armata di scudo, il quale precedentemente,cantando la forza dell’Achemenide Ciro, seguiva l’indole eloquente della Musa platonica mescolando i frutti guerreschi della storia feconda con le gocce dell’ape instancabile. C’era anche l’indovino chiamato Alcmeone, ma non era l’indovino celebrato né aveva sulla chioma un ornamento d’alloro: io osservo Alcamane, il quale prima si esercitava nell’arte della lira armoniosa componendo canti doriesi con le corde melodiose. E Pompeo, condottiero degli Ausoni dalle molte fatiche, aveva sotto i piedi le spade isauriche calpestate, come cimelio splendente degli atti coraggiosi degli uccisori di Isauri, mentre mostrava che trasse sotto il giogo servile il collo del Toro incatentato con la corda invulnerabile della Vittoria; quest’uomo, il quale rappresentò la salvezza per tutti quanti e generò la sacra progenie del re Anastasio.
Il mio eccelso capo con scettro mostrò questo a tutti per il fatto che saccheggiò tutti i popoli della terra isaurica

con guerrieri armati di scudo .Vi era un altro Omero,eco, che non era peraltro – sospetto – maestro dei canti ,figlio divino di Meles dalla bella corrente, ma quello che sui lidi di Tracia, fu generato dalla madre Mero la bizantina famosa (le muse la allevarono esperta già da bambina nei canti epici ). Infatti quello esercitò la sapiente arte della tragedia adornando la sua patria Bisanzio con i versi.
E si distingueva quel cigno soave caro all’Italia ,quello che emette eloquenza,Virgilio:la lingua dei padri,lingua del Tevere, fece di lui l’Omero di Roma .

Cities

Keywords

Scholia

Comments

Alignments

Internal references

External references

Media

Last modifications

Epigram 2.1: First revision

See all modifications →