Text
τί πρῶτον, τί δ᾽ ἔπειτα φρεσίν, τί δὲ λοίσθιον ὄσσοις
θαυμάσομαι τέχνης ἀνέρος ἠδ᾽ ἐλάφου;
ὧν ὁ μὲν ἰξύι θηρὸς ἐπεμβεβαὼς γόνυ βρίθει,
εὐπτόρθων παλάμαις δραξάμενος κεράων:— Paton edition
ἡ δ᾽ ὑπὸ χάσματι πολλὰ καὶ ἄσθματι φυσιόωσα
γλώσσῃ σημαίνει θλιβομένην κραδίην.
Ἥρακλες, γήθησον, ὅλη κεμὰς ἄρτι τέθηλεν
οὐ κέρασιν μούνοις, ἀλλὰ τέχνῃ χρυσέη.
Comments