Text
πρῶτα μὲν ἐν Νεμέῃ βριαρὸν κατέπεφνε λέοντα,
δεύτερον, ἐν Λέρνῃ πολυαύχενον ὤλεσεν ὕδραν.
τὸ τρίτον αὖτ᾽ ἐπὶ τοῖς Ἐρυμάνθιον ἔκτανε κάπρον.
χρυσόκερων ἔλαφον μετὰ ταῦτ᾽ ἤγρευσε, τέταρτον.πέμπτον δ᾽, ὄρνιθας Στυμφαλίδας ἐξεδίωξεν.
ἕκτον, Ἀμαζονίδος κόμισε ζωστῆρα φαεινόν.
ἕβδομον, Αὐγείου πολλὴν κόπρον ἐξεκάθηρεν.
ὄγδοον, ἐκ Κρήτηθε πυρίπνοον ἤλασε ταῦρον.
εἴνατον, ἐκ Θρῄκης Διομήδεος ἤγαγεν ἵππους.Γηρυόνου, δέκατον, βόας ἤγαγεν ἐξ Ἐρυθείης.
— Paton edition
Κέρβερον, ἑνδέκατον, κύν᾽ ἀνήγαγεν ἐξ Ἀίδαο.
δωδέκατον, ἐκόμισσεν ἐς Ἑλλάδα χρύσεα μῆλα.
τὸ τρισκαιδέκατον, τοῖον λυγρὸν ἔσχεν ἄεθλον
μουνονυχὶ πεντήκοντα ξυνελέξατο κούραις.
Comments