Text
θλῖβε δρακοντείους περιμήκεας ὄβριμε δειρὰς
Ἥρακλες, δακέτων ἄγχε βαθεῖς φάρυγας.
ἐξέτι νηπιάχοιο χόλον ζηλήμονος Ἥρης
ἄμπαυσον μοχθεῖν γνῶθι καὶ ἐκ βρέφεος.οὐ γάρ σοι κρητὴρ χαλκήλατος οὐδὲ, λέβητες,
— Paton edition
ἀλλ᾽ ὁδὸς εἰς αὐλὴν Ζηνός, ἔπαθλον ἔφυ.
Comments