Text
ὤ κενεοῦ καμάτοιο καὶ ἀπρήκτου πολέμοιο:
ἡμετέρῳ βασιλῆι τί λέξομεν ἀθανάτους;
ὦ βασιλεῦ, τί μ᾽ ἔπεμπες ἐπ᾽ ἀθανάτους πολεμιστάς;
βάλλομεν, οὐ πίπτουσι: τιτρώσκομεν, οὐ φοβέονται.— Paton edition
μοῦνος ἀνὴρ σύλησεν ὅλον στρατόν: ἐν δ᾽ ἄρα μέσσῳ
αἱματόεις ἕστηκεν, ἀτείρεος Ἄρεος εἰκών,
δένδρον δ᾽ ὡς ἕστηκε σιδηρείαις ὑπὸ ῥίζαις,
κοὐκ ἐθέλεν πεσέειν: τάχα δ᾽ ἔρχεται, ἔνδοθι νηῶν.
λῦε, κυβερνήτα, νέκυος προφύγωμεν ἀπειλάς.
Comments