Text
Ἀντολίαι, δύσιες, κόσμου μέτρα: καὶ τὰ Νέρωνος
— Paton edition
ἔργα δι᾽ ἀμφοτέρων ἵκετο γῆς περάτων.
ἥλιος Ἀρμενίην ἀνιὼν ὑπὸ χερσὶ δαμεῖσαν
κείνου, Γερμανίην δ᾽ εἶδε κατερχόμενος.
δισσὸν ἀειδέσθω πολέμου κράτος: οἶδεν Ἀράξης
καὶ Ῥῆνος, δούλοις ἔθνεσι πινόμενοι.
Comments