Text
γείτονες οὐ Τρισσαὶ μοῦνον Τύχαι ἔπρεπον εἶναι,
Κρίσπε, βαθυπλούτου σῆς ἕνεκεν κραδίης,
ἀλλὰ καὶ αἱ πάντων πᾶσαι: τί γὰρ ἀνδρὶ τοσῷδε
ἀρκέσει εἰς ἑτάρων μυρίον εὐφροσύνην;νῦν δέ σε καὶ τούτων κρέσσων ἐπὶ μείζον᾽ ἀέξοι
— Paton edition
Καῖσαρ. τίς κείνου χωρὶς ἄρηρε τύχη;
Comments