Text
ἀμφοτέροις εἷς μοῦνος ἀριστεύσας παρὰ δήμοις
κῦδος ἀπ᾽ ἀμφοτέρων ἔλλαχεν Οὐράνιος,
εἰσέτι διφρεύων. τὸ δέ οἱ γέρας ἤλυθε πρῶτον
ἐκ Πρασίνων, οἷς δὴ γείτονα χῶρον ἔχει.αὐτοὶ καὶ σταδίοιο πεπαυμένον ἤγαγον αὖθις
— Paton edition
ἐς δίφρους, νίκης μνωόμενοι προτέρης.
Comments