Epigram 16.373

URN
Created on
By
Updated on

Descriptions

Text

ἤθελε Κωνσταντῖνον ἀεὶ πτόλις ἡνιοχεύειν:
ἤθελεν, ἀλλὰ πόθῳ οὐκ ἐπένευσε Φύσις.
ἔνθεν ἑῶν τόδ᾽ ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων,
ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιβάλοι,

ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δ᾽ ἐλατῆρσι,
κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις.
καί τις ἰδὼν μετόπισθε χερείονας ἡνιοχῆας
ὀλβίσσει προτέρην, ἥ μιν ἴδεν, γενεήν.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 16.373: First revision

See all modifications →