Text
εἰ φθόνος ἠρεμέοι, κρίνειν δ᾽ ἐθέλοιεν ἀέθλους,
πάντες Πορφυρίου μάρτυρές εἰσι πόνων
ναὶ τάχα καὶ φήσαιεν ἀριθμήσαντες ἀγῶνας:βαιὸν τοῦτο γέρας τοσσατίων καμάτων.
— Paton edition
ὅσσα γὰρ ἡνιοχῆας ἀεὶ μεμερισμένα κοσμεῖ,
εἰς ἓν ἀολλίσσας, τηλίκος ἐξεφάνη.
Comments