Epigram 16.350

URN
Created on
By
Updated on

Descriptions

Text

οὐ μόνον ἐν σταδίοις σε κατέστεφε πότνια Νίκη,
ἀλλὰ καὶ ἐν πολέμοις δεῖξεν ἀεθλοφόρον,
εὖτ᾽ ἄρ᾽ ἄναξ πολέμιζεν ἔχων Πρασίνους ὑποεργοὺς
ἄγρια μαινομένῳ ἐχθρῷ ἀνακτορέῳ,

καὶ πέσεν αἰνοτύραννος ἐπιφθιμένης τότε Ῥώμης,
ἦμαρ δ᾽ Αὐσονίης ἦλθεν ἐλευθερίης.
τοὔνεκα τοῖς μὲν ἔδωκεν ἄναξ γέρας, ὡς πάρος εἶχον,
σὸν δὲ τύπον τέχνη ἔξεσε, Πορφύριε.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 16.350: First revision

See all modifications →