Text
τέτραχα μὲν τὸ πάροιθε διακριδὸν ἴαχε δῆμος,
τὸν Καλχαντιάδην;Πορφύριον ποθέων: αὐτὰρ
ὃ δεξιτεροῖσιν ἀνακτορέοιο θοώκου
ἡνία καὶ ζώνην ἱππότιν ἀνθέμενος,— Paton edition
κεῖθεν ἐπισπέρχων ἐλάᾳ: μεσσηγὺ δ᾽ ἀέθλων
χάλκεος ἱδρύνθη, πρῶτον ἴουλον ἔχων,
εἰ δ᾽ ἐτέων γέρας ἦλθε θοώτερον, ἀλλ᾽ ἐπὶ νίκαις
ὄψιμον, ἀλλὰ μόλις, πολλὰ μετὰ στέφεα.
Comments