Text
εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα,
δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου
ἑπτὰ σοφῶν ἔμπροσθεν: ἐπεὶ κεῖνοι μὲν ἀνάγκην
ἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις,ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,
— Paton edition
παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν.
φευκτὸν δ᾽ ἡ τρηχεῖα παραίνεσις: ἡ Σαμίου δὲ
τὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ.
Comments