Text
αὐτή σοι πλάστειρα Φύσις παρέδωκε τυπῶσαι
τὴν Μυτιληναίαν, ζωγράφε, Πιερίδα.
πηγάζει τὸ διαυγὲς ἐν ὄμμασι τοῦτο δ᾽ ἐναργῶς
δηλοῖ φαντασίην ἔμπλεον εὐστοχίης.αὐτομάτως δ᾽ ὁμαλή τε καὶ οὐ περίεργα † κολῶσα
— Paton edition
σάρξ ὑποδεικνυμένην τὴν ἀφέλειαν ἔχει.
ἄμμιγα δ᾽ ἐξ ἱλαροῖο καὶ ἐκ νοεροῖο προσώπου
μοῦσαν ἀπαγγέλλει Κύπριδι μιγνυμένην.
Comments